19Λόγοις οὐ παιδευθήσεται οἰκέτης σκληρός· ἐὰν γὰρ καὶ νοήσῃ, ἀλλʼ οὐχ ὑπακούσεται.
20Ἐὰν ἴδῃς ἄνδρα ταχὺν ἐν λόγοις, γίνωσκε ὅτι ἐλπίδα ἔχει μᾶλλον ὁ ἄφρων αὐτοῦ.
21Ὃς κατασπαταλᾷ ἐκ παιδὸς, οἰκέτης ἔσται, ἔσχατον δὲ ὀδυνηθήσεται ἐφʼ ἑαυτῷ·
22Ἀνὴρ θυμώδης ἐγείρει νεῖκος, ἀνὴρ δὲ ὀργίλος ἐξώρυξεν ἁμαρτίαν.
23Ὕβρις ἄνδρα ταπεινοῖ, τοὺς δὲ ταπεινόφρονας ἐρείδει δόξῃ Κύριος.
24Ὃς μερίζεται κλέπτῃ, μισεῖ τὴν ἑαυτοῦ ψυχήν· ἐὰν δὲ ὅρκου προτεθέντος ἀκούσαντες μὴ ἀναγγείλωσι,
25φοβηθέντες καὶ αἰσχυνθέντες ἀνθρώπους ὑπεσκελίσθησαν, ὁ δὲ πεποιθὼς ἐπὶ Κυρίῳ εὐφρανθήσεται· ἀσέβεια ἀνδρὶ δίδωσι σφάλμα, ὃς δὲ πέποιθεν ἐπὶ τῷ δεσπότῃ σωθήσεται.
26Πολλοὶ θεραπεύουσι πρόσωπα ἡγουμένων, παρὰ δὲ Κυρίου γίνεται τὸ δίκαιον ἀνδρί.
27Βδέλυγμα δίκαιος ἀνὴρ ἀνδρὶ ἀδίκῳ, βδέλυγμα δὲ ἀνόμῳ κατευθύνουσα ὁδός.