5Ἀκάθαρτος παρὰ Θεῷ πᾶς ὑψηλοκάρδιος, χειρὶ δὲ χεῖρας ἐμβαλὼν ἀδίκως οὐκ ἀθωωθήσεται·
7ἀρχὴ ὁδοῦ ἀγαθῆς τὸ ποιεῖν τὰ δίκαια, δεκτὰ δὲ παρὰ Θεῷ μᾶλλον ἢ θύειν θυσίας·
8ὁ ζητῶν τὸν Κύριον εὑρήσει γνῶσιν μετὰ δικαιοσύνης, οἱ δὲ ὀρθῶς ζητοῦντες αὐτὸν εὑρήσουσιν εἰρήνην.
9Πάντα τὰ ἔργα τοῦ Κυρίου μετὰ δικαιοσύνης, φυλάσσεται δὲ ὁ ἀσεβὴς εἰς ἡμέραν κακήν.
10Μαντεῖον ἐπὶ χείλεσι βασιλέως, ἐν δὲ κρίσει οὐ μὴ πλανηθῇ τὸ στόμα αὐτοῦ.
11Ῥοπὴ ζυγοῦ δικαιοσύνη παρὰ Κυρίῳ, τὰ δὲ ἔργα αὐτοῦ στάθμια δίκαια.
12Βδέλυγμα βασιλεῖ ὁ ποιῶν κακὰ, μετὰ γὰρ δικαιοσύνης ἑτοιμάζεται θρόνος ἀρχῆς.