20Δόλος ἐν καρδίᾳ τεκταινομένου κακὰ, οἱ δὲ βουλόμενοι εἰρήνην εὐφρανθήσονται.
21Οὐκ ἀρέσει τῷ δικαίῳ οὐδὲν ἄδικον, οἱ δὲ ἀσεβεῖς πλησθήσονται κακῶν.
22Βδέλυγμα Κυρίῳ χείλη ψευδῆ, ὁ δὲ ποιῶν πίστεις δεκτὸς παρʼ αὐτῷ.
23Ἀνὴρ συνετὸς θρόνος αἰσθήσεως, καρδία δὲ ἀφρόνων συναντήσεται ἀραῖς.
24Χεὶρ ἐκλεκτῶν κρατήσει εὐχερῶς, δόλιοι δὲ ἔσονται ἐν προνομῇ.
25Φοβερὸς λόγος καρδίαν ταράσσει ἀνδρὸς δικαίου, ἀγγελία δὲ ἀγαθὴ εὐφραίνει αὐτόν.
26Ἐπιγνώμων δίκαιος ἑαυτοῦ φίλος ἔσται, ἁμαρτάνοντας δὲ καταδιώξεται κακὰ, ἡ δὲ ὁδὸς τῶν ἀσεβῶν πλανήσει αὐτούς.
27Οὐκ ἐπιτεύξεται δόλιος θήρας, κτῆμα δὲ τίμιον ἀνὴρ καθαρός.