Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΜΑΚΚΑΒΑΙΩΝ Βʹ

ΜΑΚΚΑΒΑΙΩΝ Βʹ 10

Help us?
Click on verse(s) to share them!
1Μακκαβαῖος δὲ καὶ οἱ σὺν αὐτῷ, τοῦ Κυρίου προάγοντος αὐτοὺς, τὸ μὲν ἱερὸν ἐκομίσαντο καὶ τὴν πόλιν,
2τοὺς δὲ κατὰ τὴν ἀγορὰν βωμοὺς ὑπὸ τῶν ἀλλοφύλων δεδημιουργημένους, ἔτι δὲ τεμένη καθεῖλον.
3Καὶ τὸν νεὼν καθαρίσαντες, ἕτερον θυσιαστήριον ἐποίησαν, καὶ πυρώσαντες λίθους, καὶ πῦρ ἐκ τούτων λαβόντες, ἀνήνεγκαν θυσίαν μετὰ διετῆ χρόνον, καὶ θυμίαμα καὶ λύχνους, καὶ τῶν ἄρτων τὴν πρόθεσιν ἐποιήσαντο.
4Ταῦτα δὲ ποιήσαντες ἠξίωσαν τὸν Κύριον πεσόντες ἐπὶ κοιλίαν, μηκέτι περιπεσεῖν τοιούτοις κακοῖς, ἀλλʼ ἐάν ποτε καὶ ἁμάρτωσιν, ὑπʼ αὐτοῦ μετʼ ἐπιεικείας παιδεύεσθαι, καὶ μὴ βλασφήμοις καὶ βαρβάροις ἔθνεσι παραδίδοσθαι.
5Ἐν ᾗ δὲ ἡμέρᾳ ὁ νεὼς ὑπὸ ἀλλοφύλων ἐβεβηλώθη, συνέβη κατὰ τὴν αὐτὴν ἡμέραν τὸν καθαρισμὸν γενέσθαι τοῦ ναοῦ, τῇ πέμπτῃ καὶ εἰκάδι τοῦ αὐτοῦ μηνὸς, ὅς ἐστι Χασελεῦ.
6Καὶ μετʼ εὐφροσύνης ἦγον ἡμέρας ὀκτὼ σκηνωμάτων τρόπον, μνημονεύοντες ὡς πρὸ μικροῦ χρόνου τὴν τῶν σκηνῶν ἑορτὴν ἐν τοῖς ὄρεσι καὶ ἐν τοῖς σπηλαίοις θηρίων τρόπον ἦσαν νεμόμενοι.
7Διὸ θύρσους καὶ κλάδους ὡραίους, ἔτι δὲ φοίνικας ἔχοντες, ὕμνους ἀνέφερον τῷ εὐοδώσαντι καθαρισθῆναι τὸν ἑαυτοῦ τόπον.
8Ἐδογμάτισαν δὲ μετὰ κοινοῦ προστάγματος καὶ ψηφίσματος παντὶ τῷ τῶν Ἰουδαίων ἔθνει κατʼ ἐνιαυτὸν ἄγειν τάσδε τὰς ἡμέρας.
9Καὶ τὰ μὲν τῆς Ἀντιόχου τοῦ προσαγορευθέντος Ἐπιφανοῦς τελευτῆς οὕτως εἶχε.
10Νυνὶ δὲ τὰ κατὰ τὸν Εὐπάτορα Ἀντίοχον, υἱὸν δὲ τοῦ ἀσεβοῦς γενόμενον, δηλώσομεν, αὐτά συντέμνοντες τὰ τῶν πολέμων κακά.
11Αὐτὸς γὰρ παραλαβὼν βασιλείαν, ἀνέδειξεν ἐπὶ τῶν πραγμάτων Λυσίαν τινά, κοίλης δὲ Συρίας καὶ Φοινίκης στρατηγὸν πρώταρχον.
12Πτολεμαῖος γὰρ ὁ καλούμενος Μάκρων τὸ δίκαιον συντηρεῖν προηγούμενος εἰς τοὺς Ἰουδαίους διὰ τὴν γεγονυῖαν εἰς αὐτοὺς ἀδικίαν, καί ἐπειρᾶτο τὰ πρὸς αὐτοὺς εἰρηνικῶς διεξάγειν.
13Ὅθεν κατηγορούμενος ὑπὸ τῶν φίλων πρὸς τὸν Εὐπάτορα, καὶ προδότης παρέκαστα ἀκούων, διὰ τὸ τὴν Κύπρον ἐμπιστευθέντα ὑπὸ τοῦ Φιλομήτορος ἐκλιπεῖν, καὶ πρὸς Ἀντίοχον τὸν Ἐπιφανῆ ἀναχωρῆσαι, μήτʼ εὐγενῆ τὴν ἐξουσίαν ἔχων, ὑπʼ ἀθυμίας φαρμακεύσας ἑαυτὸν ἐξέλιπε τὸν βίον.
14Γοργίας δὲ γενόμενος στρατηγὸς τῶν τόπων, ἐξενοτρόφει, καὶ παρέκαστα πρὸς τοὺς Ἰουδαίους ἐπολεμοτρόφει,
15Ὁμοῦ δὲ τούτῳ καὶ οἱ Ἰδουμαῖοι ἐγκρατεῖς ἐπικαίρων ὀχυρωμάτων ὄντες, ἐγύμναζον τοὺς Ἰουδαίους, καὶ τοὺς φυγαδευθέντας ἀπὸ Ἰεροσολύμων προσλαβόμενοι πολεμοτροφεῖν ἐπεχείρουν.
16Οἱ δὲ περὶ τὸν Μακκαβαῖον, ποιησάμενοι λιτανείαν, καὶ ἀξιώσαντες τὸν Θεὸν σύμμαχον αὐτοῖς γενέσθαι, ἐπὶ τὰ τῶν Ἰδουμαίων ὀχυρώματα ὥρμησαν,
17οἷς καὶ προσβαλόντες εὐρώστως, ἐγκρατεῖς ἐγένοντο τῶν τόπων, πάντας τε τοὺς ἐπὶ τῷ τείχει μαχομένους ἠμύναντο· κατέσφαζόν δε τοὺς ἐμπίπτοντας, ἀνεῖλον δὲ οὐχ ἧττον τῶν δισμυρίων.
18Συμφυγόντων δὲ οὐκ ἔλαττον τῶν ἐννακισχιλίων εἰς δύο πύργους ὀχυροὺς εὖ μάλα, καὶ πάντα τὰ πρὸς πολιορκίαν ἔχοντας,

19ὁ Μακκαβαῖος εἰς ἐπείγοντας τόπους ἀπολιπὼν Σίμωνα καὶ Ἰώσηφον, ἔτι δὲ καὶ Ζακχαῖον καὶ τοὺς σὺν αὐτῷ ἱκανοὺς πρὸς τὴν τούτων πολιορκίαν, αὐτὸς ἐχωρίσθη.
20Οἱ δὲ περὶ τὸν Σίμωνα φιλαργυρήσαντες ὑπό τινων τῶν ἐν τοῖς πύργοις ἐπείσθησαν ἀργυρίῳ· ἑπτάκις δὲ μυριάδας δραχμὰς λαβόντες, εἴασάν τινας διαῤῥυῆναι.
21Προσαγγελθέντος δὲ τῷ Μακκαβαίῳ περὶ τοῦ γεγονότος, συναγαγὼν τοὺς ἡγουμένους τοῦ λαοῦ, κατηγόρησεν ὡς ἀργυρίου πεπράκασι τοὺς ἀδελφοὺς, τοὺς πολεμίους κατʼ αὐτῶν ἀπολύσαντες.
22Τούτους μὲν οὖν προδότας γενομένους ἀπέκτεινε, καὶ παραχρῆμα τοὺς δύο πύργους κατελάβετο.
23Τοῖς δὲ ὅπλοις τὰ πάντα ἐν ταῖς χερσὶν εὐοδούμενος, ἀπώλεσεν ἐν τοῖς δυσὶν ὀχυρώμασι πλείους τῶν δισμυρίων.
24Τιμόθεος δὲ ὁ πρότερον ἡττηθεὶς ὑπὸ τῶν Ἰουδαίων, συναγαγὼν ξένας δυνάμεις παμπληθεῖς, καὶ τοὺς τῆς Ἀσίας γενομένους ἵππους συναθροίσας οὐκ ὀλίγους, παρῆν ὡς δοριάλωτον ληψόμενος τὴν Ἰουδαίαν.
25Οἱ δὲ περὶ τὸν Μακκαβαῖον, συνεγγίζοντος αὐτοῦ, πρὸς ἱκετείαν τοῦ Θεοῦ ἐτράπησαν, γῇ τὰς κεφαλὰς καταπάσαντες, καὶ τὰς ὀσφύας σάκκοις ζώσαντες,
26ἐπὶ τὴν ἀπέναντι τοῦ θυσιαστηρίου κρηπίδα προσπεσόντες, ἠξίουν ἵλεων αὐτοῖς γενόμενον ἐχθρεῦσαι τοῖς ἐχθροῖς αὐτῶν, καὶ ἀντικεῖσθαι τοῖς ἀντικειμένοις, καθὼς ὁ νόμος διασαφεῖ.
27Γενόμενοι δὲ ἀπὸ τῆς δεήσεως, ἀναλαβόντες τὰ ὅπλα, προῆγον ἀπὸ τῆς πόλεως ἐπὶ πλεῖον· συνεγγίσαντες δὲ τοῖς πολεμίοις, ἐφʼ ἑαυτῶν ἦσαν.
28Ἄρτι δὲ τῆς ἀνατολῆς διαδεχομένης, προσέβαλον ἑκάτεροι· οἱ μὲν ἔγγυον ἔχοντες εὐημερίας καὶ νίκης μετʼ ἀρετῆς τὴν ἐπὶ τὸν Κύριον καταφυγὴν, οἱ δὲ καθηγεμόνα τῶν ἀγώνων ταττόμενοι τὸν θυμόν.
29Γενομένης δὲ καρτερᾶς μάχης, ἐφάνησαν τοῖς ὑπεναντίοις ἐξ οὐρανοῦ ἐφʼ ἵππων χρυσοχαλίνων ἄνδρες πέντε διαπρεπεῖς, καὶ ἀφηγούμενοι τῶν Ἰουδαίων οἱ δύο,
30καὶ τὸν Μακκαβαῖον μέσον λαβόντες, καὶ σκεπάζοντες ταῖς ἑαυτῶν πανοπλίαις, ἄτρωτον διεφύλαττον· εἰς δὲ τοὺς ὑπεναντίους τοξεύματα καὶ κεραυνοὺς ἐξεῤῥίπτουν· διὸ συγχυθέντες ἀορασίᾳ, κατεκόπτοντο ταραχῆς πεπληρωμένοι.
31Κατεσφάγησαν δὲ δισμύριοι πρὸς τοῖς πεντακοσίοις, ἱππεῖς δὲ ἑξακόσιοι.
32Αὐτὸς δὲ ὁ Τιμόθεος συνέφυγεν εἰς Γάζαρα λεγόμενον ὀχύρωμα, εὖ μάλα φρούριον, στρατηγοῦντος ἐκεῖ Χαιρέου.
33Οἱ δὲ περὶ τὸν Μακκαβαῖον ἄσμενοι περιεκάθισαν τὸ φρούριον ἡμέρας τέσσαρας.
34Οἱ δὲ ἔνδον τῇ ἐρυμνότητι τοῦ τόπου πεποιθότες, ὑπεράγαν ἐβλασφήμουν, καὶ λόγους ἀθεμίτους προΐοντο.
35Ὑποφαινούσης δὲ τῆς πέμπτης ἡμέρας, εἴκοσι νεανίαι τῶν περὶ τὸν Μακκαβαῖον πυρωθέντες τοῖς θυμοῖς διὰ τὰς βλασφημίας, προσβαλόντες τῷ τείχει, ἀῤῥενωδῶς καὶ θηριώδει θυμῷ τὸν ἐμπίπτοντα ἔκοπτον,
36ἕτεροι δὲ ὁμοίως προσαναβάντες ἐν τῷ περισπασμῷ πρὸς τοὺς ἔνδον, ἐνεπίμπρων τοὺς πύργους, καὶ πυρὰς ἀνάψαντες ζῶντας τοὺς βλασφήμους κατέκαιον· οἱ δὲ τὰς πύλας διέκοπτον, εἰσδεξάμενοι δὲ τὴν λοιπὴν τάξιν, προκατελάβοντο τὴν πόλιν,

37καὶ τὸν Τιμόθεον ἀποκεκρυμμένον ἔν τινι λάκκῳ κατέσφαξαν, καὶ τὸν τούτου ἀδελφὸν Χαιρέαν, καὶ τὸν Ἀπολλοφάνη.
38Ταῦτα δὲ διαπραξάμενοι, μεθʼ ὕμνων καὶ ἐξομολογήσεων εὐλόγουν τῷ Κυρίῳ τῷ μεγάλως εὐεργετοῦντι τὸν Ἰσραὴλ, καὶ τὸ νῖκος αὐτοῖς διδόντι.