Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΜΑΚΚΑΒΑΙΩΝ Αʹ

ΜΑΚΚΑΒΑΙΩΝ Αʹ 3

Help us?
Click on verse(s) to share them!
1Καὶ ἀνέστη Ἰούδας ὁ καλούμενος Μακκαβαῖος υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ.
2Καὶ ἐβοήθουν αὐτῷ πάντες οἱ ἀδελφοὶ αὐτοῦ, καὶ πάντες ὅσοι ἐκολλήθησαν τῷ πατρὶ αὐτοῦ, καὶ ἐπολέμουν τὸν πόλεμον Ἰσραὴλ μετʼ εὐφροσύνης.
3Καὶ ἐπλάτυνε δόξαν τῷ λαῷ αὐτοῦ, καὶ ἐνεδύσατο θώρακα ὡς γίγας, καὶ συνεζώσατο τὰ σκεύη αὐτοῦ τὰ πολεμικά· καὶ συνεστήσατο πολέμους σκεπάζων παρεμβολὴν ἐν ῥομφαίᾳ.
4Καὶ ὡμοιώθη λέοντι ἐν τοῖς ἔργοις αὐτοῦ, καὶ ὡς σκύμνος ἐρευγόμενος εἰς θήραν.
5Καὶ ἐδίωξεν ἀνόμους ἐξερευνῶν, καὶ τοὺς ταράσσοντας τὸν λαὸν αὐτοῦ ἐφλόγισε·
6Καὶ συνεστάλησαν οἱ ἄνομοι ἀπὸ τοῦ φόβου αὐτοῦ, καὶ πάντες οἱ ἐργάται τῆς ἀνομίας συνεταράχθησαν, καὶ εὐοδώθη σωτηρία ἐν χειρὶ αὐτοῦ.
7Καὶ ἐπίκρανε βασιλεῖς πολλούς, καὶ εὔφρανε τὸν Ἰακὼβ ἐν τοῖς ἔργοις αὐτοῦ, καὶ ἕως τοῦ αἰῶνος τὸ μνημόσυνον αὐτοῦ εἰς εὐλογίαν.
8Καὶ διῆλθεν ἐν πόλεσιν Ἰούδα, καὶ ἐξωλόθρευσεν ἀσεβεῖς ἐξ αὐτῆς, καὶ ἀπέστρεψεν ὀργὴν ἀπὸ Ἰσραήλ.
9Καὶ ὠνομάσθη ἕως ἐσχάτου τῆς γῆς, καὶ συνήγαγεν ἀπολλυμένους.
10Καὶ συνήγαγεν Ἀπολλώνιος ἔθνη, καὶ ἀπὸ Σαμαρείας δύναμιν μεγάλην, τοῦ πολεμῆσαι πρὸς Ἰσραήλ.
11Καὶ ἔγνω Ἰούδας, καὶ ἐξῆλθεν εἰς συνάντησιν αὐτῷ, καὶ ἐπάταξεν αὐτὸν, καὶ ἀπέκτεινεν αὐτόν· καὶ ἔπεσον τραυματίαι πολλοὶ, καὶ οἱ ἐπίλοιποι ἔφυγον.
12Καὶ ἔλαβε τὰ σκῦλα αὐτῶν, καὶ τὴν μάχαιραν Ἀπολλωνίου ἔλαβεν Ἰούδας, καὶ ἦν πολεμῶν ἐν αὐτῇ πάσας τὰς ἡμέρας.
13Καὶ ἤκουσε Σήρων, ὁ ἄρχων τῆς δυνάμεως Συρίας, ὅτι ἤθροισεν Ἰούδας ἄθροισμα, καὶ ἐκκλησίαν πιστῶν μετʼ αὐτοῦ ἐκπορευομένων εἰς πόλεμον·
14Καὶ εἶπε, ποιήσω ἐμαυτῷ ὄνομα καὶ δοξασθήσομαι ἐν τῇ βασιλείᾳ, καὶ πολεμήσω τὸν Ἰούδαν καὶ τοὺς σὺν αὐτῷ, τοὺς ἐξουδενοῦντας τὸν λόγον τοῦ βασιλέως.
15Καὶ προσέθετο τοῦ ἀναβῆναι· καὶ ἀνέβη μετʼ αὐτοῦ παρεμβολὴ ἀσεβῶν ἰσχυρὰ βοηθῆσαι αὐτῷ, καὶ ποιῆσαι τὴν ἐκδίκησιν ἐν υἱοῖς Ἰσραήλ.
16Καὶ ἤγγισαν ἕως ἀναβάσεως Βαιθωρών· καὶ ἐξῆλθεν Ἰούδας εἰς συνάντησιν αὐτῷ ὀλιγοστός.
17Ὡς δὲ ἴδον τὴν παρεμβολὴν ἐρχομένην εἰς συνάντησιν αὐτοῖς, εἶπον τῷ Ἰούδα, πῶς δυνησόμεθα ὀλιγοστοὶ ὄντες πολεμῆσαι πρὸς πλῆθος τοσοῦτον ἰσχυρόν; καὶ ἡμεῖς ἐκλελύμεθα ἀσιτοῦντες σήμερον.
18Καὶ εἶπεν Ἰούδας, εὔκοπόν ἐστι συγκλεισθῆναι πολλοὺς ἐν χερσὶν ὀλίγων· καὶ οὐκ ἔστι διαφορὰ ἐναντίον τοῦ Θεοῦ τοῦ οὐρανοῦ σώζειν ἐν πολλοῖς ἢ ἐν ὀλίγοις.

19Ὅτι οὐκ ἐν πλήθει δυνάμεως νίκη πολέμου ἐστὶν, ἀλλʼ ἢ ἐκ τοῦ οὐρανοῦ ἡ ἰσχύς.
20Αὐτοὶ ἔρχονται πρὸς ἡμᾶς ἐν πλήθει ὕβρεως καὶ ἀνομίας, τοῦ ἐξᾶραι ἡμᾶς καὶ τὰς γυναῖκας ἡμῶν, καὶ τὰ τέκνα ἡμῶν, τοῦ σκυλεῦσαι ἡμᾶς.
21Ἡμεῖς δὲ πολεμοῦμεν περὶ τῶν ψυχῶν ἡμῶν καὶ τῶν νομίμων ἡμῶν.
22Καὶ αὐτὸς συντρίψει αὐτοὺς πρὸ προσώπου ἡμῶν· ὑμεῖς δὲ μὴ φοβηθῆτε ἀπʼ αὐτῶν.
23Ὡς δὲ ἐπαύσατο λαλῶν, ἐνήλατο εἰς αὐτοὺς ἄφνω, καὶ συνετρίβη Σήρων καὶ ἡ παρεμβολὴ αὐτοῦ ἐνώπιον αὐτοῦ.
24Καὶ ἐδίωκον αὐτὸν ἐν τῇ καταβάσει Βαιθωρῶν ἕως τοῦ πεδίου· καὶ ἔπεσον ἀπʼ αὐτῶν εἰς ἄνδρας ὀκτακοσίους· οἱ δὲ λοιποὶ ἔφυγον εἰς γῆν Φυλιστιείμ.
25Καὶ ἤρξατο ὁ φόβος Ἰούδα καὶ τῶν ἀδελφῶν αὐτοῦ καὶ ἡ πτόησις ἐπιπίπτειν ἐπὶ τὰ ἔθνη τὰ κύκλῳ αὐτῶν.
26Καὶ ἤγγισεν ἕως τοῦ βασιλέως τὸ ὄνομα αὐτοῦ, καὶ ὑπὲρ τῶν παρατάξεων Ἰούδα ἐξηγεῖτο πᾶν ἔθνος.
27Ὡς δὲ ἤκουσεν Ἀντίοχος ὁ βασιλεὺς τοὺς λόγους τούτους, ὠργίσθη θυμῷ· καὶ ἀπέστειλε καὶ συνήγαγε τὰς δυνάμεις πάσας τῆς βασιλείας αὐτοῦ, παρεμβολὴν ἰσχυρὰν σφόδρα.
28Καὶ ἤνοιξε τὸ γαζοφυλάκιον αὐτοῦ, καὶ ἔδωκεν ὀψώνια ταῖς δυνάμεσιν αὐτοῦ εἰς ἐνιαυτόν· καὶ ἐνετείλατο εἶναι αὐτοὺς ἑτοίμους εἰς πᾶσαν χρείαν.
29Καὶ εἶδεν ὅτι ἐξέλιπε τὸ ἀργύριον ἀπὸ τῶν θησαυρῶν, καὶ οἱ φορολόγοι τῆς χώρας ὀλίγοι, χάριν τῆς διχοστασίας καὶ πληγῆς ἧς κατεσκεύασεν ἐν τῇ γῇ, τοῦ ἆραι τὰ νόμιμα ἃ ἦσαν ἀφʼ ἡμερῶν τῶν πρώτων.
30Καὶ εὐλαβήθη μὴ οὐκ ἔχῃ ὡς ἅπαξ καὶ δὶς εἰς τὰς δαπάνας καὶ τὰ δόματα ἃ ἐδίδου ἔμπροσθεν δαψιλεῖ χειρὶ, καὶ ἐπερίσσευσεν ὑπέρ τοὺς βασιλεῖς τοὺς ἔμπροσθεν.
31Καὶ ἠπορεῖτο τῇ ψυχῇ αὐτοῦ σφόδρα, καὶ ἐβουλεύσατο τοῦ πορευθῆναι εἰς τὴν Περσίδα, καὶ λαβεῖν τοὺς φόρους τῶν χωρῶν, καὶ συναγαγεῖν ἀργύριον πολύ.
32Καὶ κατέλιπε Λυσίαν ἄνθρωπον ἔνδοξον καὶ ἀπὸ γένους τῆς βασιλείας, ἐπὶ τῶν πραγμάτων τοῦ βασιλέως ἀπὸ τοῦ ποταμοῦ Εὐφράτου ἕως τῶν ὁρίων Αἰγύπτου,
33καὶ τρέφειν Ἀντίοχον τὸν υἱὸν αὐτοῦ ἕως τοῦ ἐπιστρέψαι αὐτόν.
34Καὶ παρέδωκεν αὐτῷ τὰς ἡμίσεις τῶν δυνάμεων καὶ τοὺς ἐλέφαντας· καὶ ἐνετείλατο αὐτῷ περὶ πάντων ὧν ἐβούλετο, καὶ περὶ τῶν κατοικούντων τὴν Ἰουδαίαν καὶ Ἱερουσαλὴμ,
35ἀποστεῖλαι ἐπʼ αὐτοὺς δύναμιν, τοῦ ἐκτρίψαι καὶ ἐξᾶραι τὴν ἰσχὺν Ἰσραὴλ, καὶ τὸ κατάλειμμα Ἱερουσαλὴμ, καὶ ἆραι τὸ μνημόσυνον αὐτῶν ἀπὸ τοῦ τόπου,
36καὶ κατοικῆσαι υἱοὺς ἀλλογενεῖς ἐν πᾶσι τοῖς ὁρίοις αὐτῶν, καὶ κατακληροδοτῆσαι τὴν γῆν αὐτῶν.

37Καὶ ὁ βασιλεὺς παρέλαβε τὰς ἡμίσεις τῶν δυνάμεων τὰς καταλειφθείσας, καὶ ἀπῇρεν ἀπὸ Ἀντιοχείας ἀπὸ πόλεως βασιλείας αὐτοῦ, ἔτους ἑβδόμου καὶ τεσσαρακοστοῦ καὶ ἑκατοστοῦ· καὶ διεπέρασε τὸν Εὐφράτην ποταμὸν, καὶ διεπορεύετο τὰς ἐπάνω χώρας.
38Καὶ ἐπέλεξε Λυσίας Πτολεμαῖον τὸν Δορυμένους, καὶ Νικάνορα, καὶ Γοργίαν, ἄνδρας δυνατοὺς τῶν φίλων τοῦ βασιλέως.
39Καὶ ἀπέστειλε μετʼ αὐτῶν τεσσαράκοντα χιλιάδας ἀνδρῶν καὶ ἑπτακισχιλίαν ἵππον, τοῦ ἐλθεῖν εἰς γῆν Ἰούδα, καὶ καταφθεῖραι αὐτὴν, κατὰ τὸν λόγον τοῦ βασιλέως.
40Καὶ ἀπῇραν σὺν πάσῃ τῇ δυνάμει αὐτῶν, καὶ ἦλθον, καὶ παρενέβαλον πλησίον Ἐμμαοὺμ ἐν τῇ γῇ τῇ πεδινῇ.
41Καὶ ἤκουσαν οἱ ἔμποροι τῆς χώρας τὸ ὄνομα αὐτῶν, καὶ ἔλαβον ἀργύριον καὶ χρυσίον πολὺ σφόδρα καὶ παῖδας, καὶ ἦλθον εἰς τὴν παρεμβολὴν τοῦ λαβεῖν τοὺς υἱοὺς Ἰσραὴλ εἰς παῖδας· καὶ προσετέθησαν πρὸς αὐτοὺς δύναμις Συρίας καὶ γῆς ἀλλοφύλων.
42Καὶ εἶδεν Ἰούδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ ὅτι ἐπληθύνθη τὰ κακὰ, καὶ αἱ δυνάμεις παρεμβάλλουσιν ἐν τοῖς ὁρίοις αὐτῶν· καὶ ἐπέγνωσαν τοὺς λόγους τοῦ βασιλέως οὓς ἐνετείλατο ποιῆσαι τῷ λαῷ εἰς ἀπώλειαν καὶ συντέλειαν·
43καὶ εἶπεν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ, ἀναστήσωμεν τὴν καθαίρεσιν τοῦ λαοῦ ἡμῶν, καὶ πολεμήσωμεν περὶ τοῦ λαοῦ ἡμῶν καὶ τῶν ἁγίων.
44Καὶ συνηθροίσθη ἡ συναγωγὴ τοῦ εἶναι ἑτοίμους εἰς πόλεμον, καὶ τοῦ προσεύξασθαι, καὶ αἰτῆσαι ἔλεον καὶ οἰκτιρμούς.
45Καὶ Ἱερουσαλὴμ ἦν ἀοίκητος ὡς ἔρημος, οὐκ ἦν ὁ εἰσπορευόμενος καὶ ἐκπορευόμενος ἐκ τῶν γεννημάτων αὐτῆς· καὶ τὸ ἁγίασμα καταπατούμενον, καὶ υἱοὶ ἀλλογενῶν ἐν τῇ ἄκρᾳ, κατάλυμα τοῖς ἔθνεσι· καὶ ἐξῄρθη τέρψις ἐξ Ἰακὼβ, καὶ ἐξέλιπεν αὐλὸς καὶ κινύρα.
46Καὶ συνήχθησαν, καὶ ἤλθοσαν εἰς Μασσηφὰ κατέναντι Ἱερουσαλὴμ, ὅτι τόπος προσευχῆς εἰς Μασσηφὰ τὸ πρότερον τῷ Ἰσραήλ.
47Καὶ ἐνήστευσαν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ περιεβάλοντο σάκκους καὶ σποδὸν ἐπὶ τὰς κεφαλὰς αὐτῶν, καὶ διέῤῥηξαν τὰ ἱμάτια αὐτῶν.
48Καὶ ἐξεπέτασαν τὸ βιβλίον τοῦ νόμου, περὶ ὧν ἐξηρεύνων τὰ ἔθνη τὰ ὁμοιώματα τῶν εἰδώλων αὐτῶν.
49Καὶ ἤνεγκαν τὰ ἱμάτια τῆς ἱερωσύνης, καὶ τὰ πρωτογεννήματα, καὶ τὰς δεκάτας· καὶ ἤγειραν τοὺς Ναζαραίους, οἳ ἐπλήρωσαν τὰς ἡμέρας.
50Καὶ ἐβόησαν φωνῇ εἰς τὸν οὐρανὸν, λέγοντες, τί ποιήσωμεν τούτοις, καὶ ποῦ αὐτοὺς ἀπαγάγωμεν;
51Καὶ τὰ ἅγιά σου καταπεπάτηται, καὶ βεβήλωται· καὶ οἱ ἱερεῖς σου ἐν πένθει καὶ ταπεινώσει.
52Καὶ ἰδοὺ τὰ ἔθνη συνῆκται ἐφʼ ἡμᾶς τοῦ ἐξᾶραι ἡμᾶς· σὺ οἶδας ἃ λογίζονται ἐφʼ ἡμᾶς.
53Πῶς δυνησόμεθα ὑποστῆναι κατὰ πρόσωπον αὐτῶν, ἐὰν μὴ σὺ βοηθήσῃς ἡμῖν;
54Καὶ ἐσάλπισαν ταῖς σάλπιγξι, καὶ ἐβόησαν φωνῇ μεγάλῃ.

55Καὶ μετὰ τοῦτο κατέστησεν Ἰούδας ἡγουμένους τοῦ λαοῦ, χιλιάρχους, καὶ ἑκατοντάρχους, καὶ πεντηκοντάρχους, καὶ δεκάρχους.
56Καὶ εἶπον τοῖς οἰκοδομοῦσιν οἰκίας, καὶ μνηστευομένους γυναῖκας, καὶ φυτεύουσιν ἀμπελῶνας, καὶ δειλοῖς, ἀποστρέφειν ἕκαστον εἰς τὸν οἶκον αὐτοῦ, κατὰ τὸν νόμον.
57Καὶ ἀπῇρεν ἡ παρεμβολὴ, καὶ παρενέβαλε κατὰ Νότον Ἐμμαούμ.
58Καὶ εἶπεν Ἰούδας, περιζώσασθε, καὶ γίνεσθε εἰς υἱοὺς δυνατοὺς, καὶ γίνεσθε ἕτοιμοι εἰς τοπρωῒ τοῦ πολεμῆσαι ἐν τοῖς ἔθνεσι τούτοις, τοῖς ἐπισυνηγμένοις ἐφʼ ἡμᾶς ἐξᾶραι ἡμᾶς καὶ τὰ ἅγια ἡμῶν.
59Ὅτι κρεῖσσον ἡμᾶς ἀποθανεῖν ἐν τῷ πολέμῳ, ἢ ἐπιδεῖν ἐπὶ τὰ κακὰ τοῦ ἔθνους ἡμῶν καὶ τῶν ἁγίων·
60Ὡς δʼ ἂν ᾖ θέλημα ἐν οὐρανῷ, οὕτω ποιήσει.