Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΜΑΚΚΑΒΑΙΩΝ Αʹ

ΜΑΚΚΑΒΑΙΩΝ Αʹ 5

Help us?
Click on verse(s) to share them!
1Καὶ ἐγένετο ὅτε ἤκουσαν τὰ ἔθνη κυκλόθεν ὅτι ᾠκοδομήθη τὸ θυσιαστήριον, καὶ ἐνεκαινίσθη τὸ ἁγίασμα ὡς τοπρότερον, καὶ ὠργίσθησαν σφόδρα.
2Καὶ ἐβουλεύσαντο τοῦ ἆραι τὸ γένος Ἰακὼβ τοὺς ὄντας ἐν μέσῳ αὐτῶν, καὶ ἤρξαντο τοῦ θανατοῦν ἐν τῷ λαῷ καὶ ἐξαίρειν.
3Καὶ ἐπολέμει Ἰούδας πρὸς τοὺς υἱοὺς Ἡσαῦ ἐν τῇ Ἰδουμαίᾳ τὴν Ἀκραβαττίνην, ὅτι περιεκάθηντο τὸν Ἰσραὴλ, καὶ ἐπάταξεν αὐτοὺς πληγὴν μεγάλην, καὶ συνέστειλεν αὐτοὺς, καὶ ἔλαβε τὰ σκῦλα αὐτῶν.
4Καὶ ἐμνήσθη τῆς κακίας υἱῶν Βαιὰν, οἳ ἦσαν τῷ λαῷ εἰς παγίδα καὶ εἰς σκάνδαλον ἐν τῷ ἐνεδρεύειν αὐτοὺς ἐν ταῖς ὁδοῖς.
5Καὶ συνεκλείσθησαν ὑπʼ αὐτοῦ ἐν τοῖς πύργοις, καὶ παρενέβαλεν ἐπʼ αὐτοὺς, καὶ ἀνεθεμάτισεν αὐτοὺς, καὶ ἐνεπύρισε τοὺς πύργους αὐτῆς ἐν πυρὶ σὺν πᾶσι τοῖς ἐνοῦσι.
6Καὶ διεπέρασεν ἐπὶ τοὺς υἱοὺς Ἀμμὼν, καὶ εὗρε χεῖρα κραταιὰν καὶ λαὸν πολὺν, καὶ Τιμόθεον ἡγούμενον αὐτῶν.
7καὶ συνῆψε πρὸς αὐτοὺς πολέμους πολλοὺς, καὶ συνετρίβησαν πρὸ προσώπου αὐτοῦ, καὶ ἐπάταξεν αὐτούς.
8Καὶ προκατελάβετο τὴν Ἰαζὴρ καὶ τὰς θυγατέρας αὐτῆς, καὶ ἀνέστρεψεν εἰς τὴν Ἰούδαίαν.
9Καὶ ἐπισυνήχθησαν τὰ ἔθνη τὰ ἐν τῇ Γαλαὰδ ἐπὶ τὸν Ἰσραὴλ τοὺς ὄντας ἐπὶ τοῖς ὁρίοις αὐτῶν τοῦ ἐξᾶραι αὐτούς· καὶ ἔφυγον εἰς Δάθεμα τὸ ὀχύρωμα.
10Καὶ ἀπέστειλαν γράμματα πρὸς Ἰούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ, λέγοντες, ἐπισυνηγμένα ἐστὶν ἐφʼ ἡμᾶς τὰ ἔθνη τὰ κύκλῳ ἡμῶν τοῦ ἐξᾶραι ἡμᾶς.
11Καὶ ἑτοιμάζονται ἐλθεῖν καὶ προκαταλαβέσθαι τὸ ὀχύρωμα εἰς ὃ κατεφύγομεν, καὶ Τιμόθεος ἡγεῖται τῆς δυνάμεως αὐτῶν.
12Νῦν οὖν ἐλθὼν ἐξελοῦ ἡμᾶς ἐκ χειρὸς αὐτῶν, ὅτι πέπτωκεν ἐξ ἡμῶν πλῆθος.
13Καὶ πάντες οἱ ἀδελφοὶ ἡμῶν οἱ ὄντες ἐν τοῖς Τωβίου τεθανάτωνται, καὶ ᾐχμαλωτίκασι τὰς γυναῖκας αὐτῶν καὶ τὰ τέκνα αὐτῶν καὶ τὴν ἀποσκευὴν, καὶ ἀπώλεσαν ἐκεῖ ὡς μίαν χιλιαρχίαν ἀνδρῶν.
14Ἔτι αἱ ἐπιστολαὶ ἀνεγινώσκοντο, καὶ ἰδοὺ ἄγγελοι ἕτεροι παρεγένοντο ἐκ τῆς Γαλιλαίας διεῤῥηχότες τὰ ἱμάτια, ἀπαγγέλλοντες κατὰ τὰ ῥήματα ταῦτα,
15λέγοντες ἐπισυνῆχθαι ἐπʼ αὐτοὺς ἐκ Πτολεμαΐδος καὶ Τύρου καὶ Σιδῶνος καὶ πάσης Γαλιλαίας ἀλλοφύλων, τοῦ ἐξαναλῶσαι ἡμᾶς.
16Ὡς δὲ ἤκουσεν Ἰούδας καὶ ὁ λαὸς τοὺς λόγους τούτους, ἐπισυνήχθη ἐκκλησία μεγάλη, βουλεύσασθαι τί ποιήσωσι τοῖς ἀδελφοῖς αὐτῶν τοῖς οὖσιν ἐν θλίψει, καὶ πολεμουμένοις ὑπʼ αὐτῶν.
17Καὶ εἶπεν Ἰούδας Σίμωνι τῷ ἀδελφῷ αὐτοῦ, ἐπίλεξον σεαυτῷ ἄνδρας, καὶ πορεύου καὶ ῥῦσαι τοὺς ἀδελφούς σου τοὺς ἐν τῇ Γαλιλαίᾳ· ἐγὼ δὲ καὶ Ἰωνάθαν ὁ ἀδελφός μου πορευσόμεθα εἰς τὴν Γαλααδίτιν.
18Καὶ κατέλιπεν Ἰώσηφον τὸν τοῦ Ζαχαρίου, καὶ Ἀζαρίαν, ἡγουμένους τοῦ λαοῦ, μετὰ τῶν ἐπιλοίπων τῆς δυνάμεως, ἐν τῇ Ἰουδαίᾳ εἰς τήρησιν.

19Καὶ ἐνετείλατο αὐτοῖς, λέγων, πρόστητε τοῦ λαοῦ τούτου, καὶ μὴ συνάψητε πόλεμον πρὸς τὰ ἔθνη ἕως τοῦ ἐπιστρέψαι ἡμᾶς.
20Καὶ ἐμερίσθησαν Σίμωνι ἄνδρες τρισχίλιοι τοῦ πορευθῆναι εἰς τὴν Γαλιλαίαν, Ἰούδᾳ δὲ ἄνδρες ὀκτακισχίλιοι εἰς τὴν Γαλααδίτιν.
21Καὶ ἐπορεύθη Σίμων εἰς τὴν Γαλιλαίαν, καὶ συνῆψε πολέμους πολλοὺς πρὸς τὰ ἔθνη, καὶ συνετρίβη τὰ ἔθνη ἀπὸ προσώπου αὐτοῦ,
22καὶ ἐδίωξεν αὐτοὺς ἕως τῆς πύλης Πτολεμαΐδος· καὶ ἔπεσον ἐκ τῶν ἐθνῶν εἰς τρισχιλίους ἄνδρας, καὶ ἔλαβε τὰ σκῦλα αὐτῶν.
23Καὶ παρέλαβε τοὺς ἐν τῇ Γαλιλαίᾳ καὶ ἐν Ἀρβάττοις σὺν ταῖς γυναιξὶ καὶ τοῖς τέκνοις, καὶ πάντα ὅσα ἦν αὐτοῖς, καὶ ἤγαγεν εἰς τὴν Ἰουδαίαν μετʼ εὐφροσύνης μεγάλης.
24Καὶ Ἰούδας ὁ Μακκαβαῖος καὶ Ἰωνάθαν ὁ ἀδελφὸς αὐτοῦ διέβησαν τὸν Ἰορδάνην, καὶ ἐπορεύθησαν ὁδὸν τριῶν ἡμερῶν ἐν τῷ ἐρήμῳ.
25Καὶ συνήντησαν τοῖς Ναβαταίοις, καὶ ἀπήντησαν αὐτοῖς εἰρηνικῶς, καὶ διηγήσαντο αὐτοῖς ἅπαντα τὰ συμβάντα τοῖς ἀδελφοῖς αὐτῶν ἐν τῇ Γαλααδίτιδι.
26Καὶ ὅτι πολλοὶ ἐξ αὐτῶν συνειλημμένοι εἰσὶν εἰς Βόσσορα, καὶ Βοσὸρ, ἐν Ἀλέμοις, Χασφὼρ, Μακὲδ, καὶ Καρναΐν· πᾶσαι αἱ πόλεις αὗται ὀχυραὶ καὶ μεγάλαι·
27καὶ ἐν ταῖς λοιπαῖς πόλεσι τῆς Γαλααδίτιδός εἰσι συνειλημμένοι, καὶ εἰς αὔριον τάσσονται παρεμβάλλειν ἐπὶ τὰ ὀχυρώματα, καὶ καταλαβέσθαι, καὶ ἐξᾶραι πάντας τούτους ἐν ἡμέρᾳ μιᾷ.
28Καὶ ἀπέστρεψεν Ἰούδας καὶ ἡ παρεμβολὴ αὐτοῦ ὁδὸν εἰς τὴν ἔρημον εἰς Βοσὸρ, ἄφνω· καὶ κατελάβετο τὴν πόλιν, καὶ ἀπέκτεινε πᾶν ἀρσενικὸν ἐν στόματι ῥομφαίας, καὶ ἔλαβε πάντα τὰ σκῦλα αὐτῶν, καὶ ἐνέπρησεν αὐτὴν πυρί.
29Καὶ ἀπῇρεν ἐκεῖθεν νυκτὸς, καὶ ἐπορεύετο ἕως ἐπὶ τὸ ὀχύρωμα.
30Καὶ ἐγένετο ἑωθινὴ, καὶ ᾖραν τοὺς ὀφθαλμοὺς αὐτῶν, καὶ ἰδοὺ λαὸς πολὺς οὗ οὐκ ἦν ἀριθμὸς, αἴροντες κλίμακας καὶ μηχανὰς καταλαβέσθαι τὸ ὀχύρωμα, καὶ ἐπολέμουν αὐτούς.
31Καὶ εἶδεν Ἰούδας ὅτι ἦρκται ὁ πόλεμος, καὶ ἡ κραυγὴ τῆς πόλεως ἀνέβη εἰς τὸν οὐρανὸν σάλπιγξι καὶ φωνῇ μεγάλῃ.
32Καὶ εἶπε τοῖς ἀνδράσι τῆς δυνάμεως, πολεμήσατε σήμερον ὑπὲρ τῶν ἀδελφῶν ὑμῶν.
33Καὶ ἐξῆλθεν ἐν τρισὶν ἀρχαῖς ἐξ ὄπισθεν αὐτῶν· καὶ ἐσάλπισαν ταῖς σάλπιγξι, καὶ ἐβόησαν ἐν προσευχῇ.
34Καὶ ἐπέγνω ἡ παρεμβολὴ Τιμοθέου ὅτι Μακκαβαῖός ἐστι, καὶ ἔφυγον ἀπὸ προσώπου αὐτοῦ, καὶ ἐπάταξεν αὐτοὺς πληγὴν μεγάλην, καὶ ἔπεσον ἐξ αὐτῶν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ εἰς ὀκτακισχιλίους ἄνδρας.
35Καὶ ἀπέκλινεν εἰς Μασφὰ, καὶ ἐπολέμησεν αὐτὴν, καὶ προκατελάβετο αὐτὴν, καὶ ἀπέκτεινε πᾶν ἀρσενικὸν αὐτῆς, καὶ ἔλαβε τὰ σκῦλα αὐτῆς, καὶ ἐνέπρησεν αὐτὴν πυρί.
36Ἐκεῖθεν ἀπῇρε, καὶ προκατελάβετο τὴν Χασφὼν, Μακὲδ, Βοσὸρ, καὶ τὰς λοιπὰς πόλεις τῆς Γαλααδίτιδος.

37Μετὰ δὲ τὰ ῥήματα ταῦτα συνήγαγε Τιμόθεος παρεμβολὴν ἄλλην, καὶ παρενέβαλε κατὰ πρόσωπον Ῥαφὼν ἐκ πέραν τοῦ χειμάῤῥου.
38Καὶ ἀπέστειλεν Ἰούδας κατασκοπεῦσαι τὴν παρεμβολήν, καὶ ἀπήγγειλαν αὐτῷ, λέγοντες, ἐπισυνηγμένα εἰσὶ πρὸς αὐτοὺς πάντα τὰ ἔθνη τὰ κύκλῳ ἡμῶν, δύναμις πολλὴ σφόδρα.
39Καὶ Ἄραβας μεμίσθωται εἰς βοήθειαν αὐτοῖς, καὶ παρενέβαλον πέραν τοῦ χειμάῤῥου ἕτοιμοι τοῦ ἐλθεῖν ἐπὶ σὲ εἰς πόλεμον· καὶ ἐπορεύθη Ἰούδας εἰς συνάντησιν αὐτῶν.
40Καὶ εἶπε Τιμόθεος τοῖς ἄρχουσι τῆς δυνάμεως αὐτοῦ, ἐν τῷ ἐγγίζειν Ἰούδαν καὶ τὴν παρεμβολὴν αὐτοῦ ἐπὶ τὸν χειμάῤῥουν τοῦ ὕδατος, ἐὰν διαβῇ πρὸς ἡμᾶς πρότερος, οὐ δυνησόμεθα ὑποστῆναι αὐτὸν, ὅτι δυνάμενος δυνήσεται πρὸς ἡμᾶς.
41Ἐὰν δὲ δειλωθῇ, καὶ παρεμβάλῃ πέραν τοῦ ποταμοῦ, διαπεράσομεν πρὸς αὐτὸν, καὶ δυνησόμεθα πρὸς αὐτόν.
42Ὡς δὲ ἤγγισεν Ἰούδας ἐπὶ τὸν χειμάῤῥουν τοῦ ὕδατος, ἔστησε τοὺς γραμματεῖς τοῦ λαοῦ ἐπὶ τοῦ χειμάῤῥου, καὶ ἐνετείλατο αὐτοῖς, λέγων, μὴ ἀφῆτε πάντα ἄνθρωπον παρεμβαλεῖν, ἀλλʼ ἐρχέσθωσαν πάντες εἰς τὸν πόλεμον.
43Καὶ διεπέρασεν ἐπʼ αὐτοὺς πρότερος, καὶ πᾶς ὁ λαὸς ὅπισθεν αὐτοῦ· καὶ συνετρίβησαν πρὸ προσώπου αὐτοῦ πάντα τὰ ἔθνη, καὶ ἔῤῥιψαν τὰ ὅπλα αὐτῶν, καὶ ἔφυγον εἰς τὸ τέμενος ἐν Καρναΐν.
44Καὶ προκατελάβοντο τὴν πόλιν, καὶ τὸ τέμενος ἐνεπύρισαν ἐν πυρὶ σὺν πᾶσι τοῖς ἐν αὐτῷ· καὶ ἐτροπώθη ἡ Καρναῒν, καὶ οὐκ ἐδύναντο ἔτι ὑποστῆναι κατὰ πρόσωπον Ἰούδα.
45Καὶ συνήγαγεν Ἰούδας πάντα Ἰσραὴλ τοὺς ἐν τῇ Γαλααδίτιδι ἀπὸ μικροῦ ἕως μεγάλου, καὶ τὰς γυναῖκας αὐτῶν, καὶ τὰ τέκνα αὐτῶν, καῖ τὴν ἀποσκευὴν, παρεμβολὴν μεγάλην σφόδρα, ἐλθεῖν εἰς γῆν Ἰούδα.
46Καὶ ἦλθον ἕως Ἐφρών· καὶ αὕτη ἡ πόλις μεγάλη ἐπὶ τῆς εἰσόδου ὀχυρὰ σφόδρα· οὐκ ἦν ἐκκλῖναι ἀπʼ αὐτῆς δεξιὰν ἢ ἀριστερὰν, ἀλλʼ ἢ διὰ μέσου αὐτῆς πορεύεσθαι.
47Καὶ ἀπέκλεισαν αὐτοὺς οἱ ἐκ τῆς πόλεως, καὶ ἐνέφραξαν τὰς πύλας λίθοις.
48Καὶ ἀπέστειλε πρὸς αὐτοὺς Ἰούδας λόγοις εἰρηνικοῖς, λέγων, διελευσόμεθα διὰ τῆς γῆς σου τοῦ ἀπελθεῖν εἰς τὴν γῆν ἡμῶν, καὶ οὐδεὶς κακοποιήσει ὑμᾶς, πλὴν τοῖς ποσὶ παρελευσόμεθα· καὶ οὐκ ἠβούλοντο ἀνοῖξαι αὐτῷ.
49Καὶ ἐπέταξεν Ἰούδας κηρύξαι ἐν τῇ παρεμβολῇ, τοῦ παρεμβαλεῖν ἕκαστον ἐν ᾧ ἐστι τόπῳ.
50Καὶ παρενέβαλον οἱ ἄνδρες τῆς δυνάμεως, καὶ ἐπολέμησαν τὴν πόλιν ὅλην τὴν ἡμέραν ἐκείνην καὶ ὅλην τὴν νύκτα, καὶ παρεδόθη ἡ πόλις ἐν χερσὶν αὐτοῦ.
51Καὶ ἀπώλεσε πᾶν ἀρσενικὸν ἐν στόματι ῥομφαίας, καὶ ἐξεῤῥίζωσεν αὐτὴν, καὶ ἔλαβε τὰ σκῦλα αὐτῆς, καὶ διῆλθε διὰ τῆς πόλεως ἐπάνω τῶν ἀπεκταμμένων.
52Καὶ διέβησαν τὸν Ἰορδάνην εἰς τὸ πεδίον τὸ μέγα κατὰ πρόσωπον Βαιθσάν.
53Καὶ ἦν Ἰούδας ἐπισυνάγων τοὺς ἐσχατίζοντας, καὶ παρακαλῶν τὸν λαὸν κατὰ πᾶσαν τὴν ὁδὸν, ἕως οὗ ἦλθον εἰς γῆν Ἰούδα.
54Καὶ ἀνέβησαν εἰς τὸ ὄρος Σιὼν ἐν εὐφροσύνῃ καὶ χαρᾷ· καὶ προσήγαγον ὁλοκαυτώματα, ὅτι οὐκ ἔπεσεν ἐξ αὐτῶν οὐθεὶς ἕως τοῦ ἐπιστρέψαι ἐν εἰρήνῃ.

55Καὶ ἐν ταῖς ἡμέραις αἷς ἦν Ἰούδας καὶ Ἰωνάθαν ἐν τῇ Γαλαὰδ, καὶ Σίμων ὁ ἀδελφὸς αὐτοῦ ἐν τῇ Γαλιλαίᾳ κατὰ πρόσωπον Πτολεμαΐδος,
56ἤκουσεν Ἰωσὴφ ὁ τοῦ Ζαχαρίου, καὶ Ἀζαρίας, ἄρχοντες τῆς δυνάμεως, τῶν ἀνδραγαθιῶν καὶ τοῦ πολέμου οἷα ἐποίησαν,
57καὶ εἶπε, ποιήσωμεν καὶ αὐτοὶ ἑαυτοῖς ὄνομα, καὶ πορευθῶμεν πολεμῆσαι πρὸς τὰ ἔθνη τὰ κύκλῳ ἡμῶν.
58Καὶ παρήγγειλαν τοῖς ἀπὸ τῆς δυνάμεως τῆς μετʼ αὐτῶν, καὶ ἐπορεύθησαν ἐπὶ Ἰάμνειαν.
59Καὶ ἐξῆλθε Γοργίας ἐκ τῆς πόλεως, καὶ οἱ ἄνδρες αὐτοῦ, εἰς συνάντησιν αὐτοῖς εἰς πόλεμον.
60Καὶ ἐτροπώθη Ἰώσηφος καὶ Ἀζαρίας, καὶ ἐδιώχθησαν ἕως τῶν ὁρίων τῆς Ἰουδαίας· καὶ ἔπεσον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ τοῦ λαοῦ τοῦ Ἰσραὴλ εἰς δισχιλίους ἄνδρας.
61Καὶ ἐγενήθη τροπὴ μεγάλη ἐν τῷ λαῷ Ἰσραὴλ, ὅτι οὐκ ἤκουσαν Ἰούδα καὶ τῶν ἀδελφῶν αὐτοῦ, οἰόμενοι ἀνδραγαθῆσαι.
62Αὐτοὶ δὲ οὐκ ἦσαν ἐκ τοῦ σπέρματος τῶν ἀνδρῶν ἐκείνων, οἷς ἐδόθη σωτηρία Ἰσραὴλ διὰ χειρὸς αὐτῶν.
63Καὶ ὁ ἀνὴρ Ἰούδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἐδοξάσθησαν σφόδρα ἑναντίον παντὸς Ἰσραὴλ, καὶ τῶν ἐθνῶν πάντων, οὗ ἠκούετο τὸ ὄνομα αὐτῶν.
64Καὶ ἐπισυνήγοντο πρὸς αὐτοὺς εὐφημοῦντες.
65Καὶ ἐξῆλθεν Ἰούδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ ἐπολέμουν τοὺς υἱοὺς Ἡσαῦ ἐν τῇ γῇ πρὸς Νότον, καὶ ἐπάταξε τὴν Χεβρὼν καὶ τὰς θυγατέρας αὐτῆς, καὶ καθεῖλε τὸ ὀχύρωμα αὐτῆς, καὶ τοὺς πύργους αὐτῆς ἐνέπρησε κυκλόθεν.
66Καὶ ἀπῇρε τοῦ πορευθῆναι εἰς γῆν ἀλλοφύλων, καὶ διεπορεύετο τὴν Σαμάρειαν.
67Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔπεσον ἱερεῖς ἐν πολέμῳ βουλόμενοι ἀνδραγαθῆσαι, ἐν τῷ αὐτοὺς ἐξελθεῖν εἰς πόλεμον ἀβουλεύτως.
68Καὶ ἐξέκλινεν Ἰούδας εἰς Ἄζωτον γῆν ἀλλοφύλων, καὶ καθεῖλε τοὺς βωμοὺς αὐτῶν, καὶ τὰ γλυπτὰ τῶν θεῶν αὐτῶν κατέκαυσε πυρὶ, καὶ ἐσκύλευσε τὰ σκῦλα τῶν πόλεων, καὶ ἐπέστρεψεν εἰς τὴν γῆν Ἰούδα.