Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΛΕΥΙΤΙΚΟΝ - ΛΕΥΙΤΙΚΟΝ 6

ΛΕΥΙΤΙΚΟΝ 6:5-13

Help us?
Click on verse(s) to share them!
5Καὶ πῦρ ἐπὶ τὸ θυσιαστήριον καυθήσεται ἀπʼ αὐτοῦ, καὶ οὐ σβεσθήσεται· καὶ καύσει ἐπʼ αὐτοῦ ὁ ἱερεὺς ξύλα τοπρωῒ πρωῒ, καὶ στοιβάσει ἐπʼ αὐτοῦ τὴν ὁλοκαύτωσιν, καὶ ἐπιθήσει ἐπʼ αὐτὸ τὸ στέαρ τοῦ σωτηρίου.
6Καὶ πῦρ διαπαντὸς καυθήσεται ἐπὶ τὸ θυσιαστήριον, οὐ σβεσθήσεται.
7Οὗτος ὁ νόμος τῆς θυσίας, ἣν προσάξουσιν αὐτὴν οἱ υἱοὶ Ἀαρὼν ἔναντι Κυρίου, ἀπέναντι τοῦ θυσιαστηρίου.
8Καὶ ἀφελεῖ ἀπʼ αὐτοῦ τῇ δρακὶ ἀπὸ τῆς σεμιδάλεως τῆς θυσίας σὺν τῷ ἐλαίῳ αὐτῆς, καὶ σὺν παντὶ τῷ λιβάνῳ αὐτῆς, τὰ ὄντα ἐπὶ τῆς θυσίας· καὶ ἀνοίσει ἐπὶ τὸ θυσιαστήριον κάρπωμα ὀσμὴν εὐωδίας, τὸ μνημόσυνον αὐτῆς τῷ Κυρίῳ.
9Τὸ δὲ καταλειφθὲν ἀπʼ αὐτῆς ἔδεται Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ· ἄζυμα βρωθήσεται ἐν τόπῳ ἁγίῳ· ἐν αὐλῇ τῆς σκηνῆς τοῦ μαρτυρίου ἔδονται αὐτήν.
10Οὐ πεφθήσεται ἐζυμωμένη· μερίδα αὐτὴν ἔδωκα αὐτοῖς ἀπὸ τῶν καρπωμάτων Κυρίου· ἅγια ἁγίων ἐστὶν, ὥσπερ τὸ τῆς ἁμαρτίας, καὶ ὥσπερ τὸ τῆς πλημμελείας.
11Πᾶν ἀρσενικὸν τῶν ἱερέων ἔδονται αὐτήν· νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν ἀπὸ τῶν καρπωμάτων Κυρίου· πᾶς ὃς ἐὰν ἅψηται αὐτῶν, ἁγιασθήσεται.
12Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων,
13τοῦτο τὸ δῶρον Ἀαρὼν καὶ τῶν υἱῶν αὐτοῦ, ὃ προσοίσουσι Κυρίῳ ἐν τῇ ἡμέρᾳ, ᾗ ἂν χρίσῃς αὐτόν· τὸ δέκατον τοῦ οἰφὶ σεμιδάλεως εἰς θυσίαν διαπαντὸς, τὸ ἥμισυ αὐτῆς τὸπρωῒ, καὶ τὸ ἥμισυ αὐτῆς τοδειλινόν.

Read ΛΕΥΙΤΙΚΟΝ 6ΛΕΥΙΤΙΚΟΝ 6
Compare ΛΕΥΙΤΙΚΟΝ 6:5-13ΛΕΥΙΤΙΚΟΝ 6:5-13