Text copied!
CopyCompare
Η Καινή Διαθήκη - ΚΑΤΑ ΛΟΥΚΑΝ - ΚΑΤΑ ΛΟΥΚΑΝ 11

ΚΑΤΑ ΛΟΥΚΑΝ 11:6-17

Help us?
Click on verse(s) to share them!
6ἐπειδὴ φίλος παρεγένετο ἐξ ὁδοῦ πρός με, καὶ οὐκ ἔχω ὃ παραθήσω αὐτῷ›·
7κἀκεῖνος ἔσωθεν ἀποκριθεὶς εἴπῃ, ‹Μή μοι κόπους πάρεχε· ἤδη ἡ θύρα κέκλεισται, καὶ τὰ παιδία μου μετ᾿ ἐμοῦ εἰς τὴν κοίτην εἰσίν· οὐ δύναμαι ἀναστὰς δοῦναί σοι›;
8Λέγω ὑμῖν, εἰ καὶ οὐ δώσει αὐτῷ ἀναστὰς διὰ τὸ εἶναι αὐτοῦ φίλον, διά γε τὴν ἀναίδειαν αὐτοῦ ἐγερθεὶς δώσει αὐτῷ ὅσον χρῄζει.
9»Κἀγὼ ὑμῖν λέγω· αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν· ζητεῖτε, καὶ εὑρήσετε· κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν.
10Πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει, καὶ ὁ ζητῶν εὑρίσκει, καὶ τῷ κρούοντι ἀνοιγήσεται.
11Τίνα δὲ ὑμῶν τὸν πατέρα αἰτήσει ὁ υἱὸς ἄρτον, μὴ λίθον ἐπιδώσει αὐτῷ; Ἢ καὶ ἰχθύν, μὴ ἀντὶ ἰχθύος ὄφιν ἐπιδώσει αὐτῷ;
12Ἢ καὶ ἐὰν αἰτήσῃ ᾠόν, μὴ ἐπιδώσει αὐτῷ σκορπίον;
13Εἰ οὖν ὑμεῖς, πονηροὶ ὑπάρχοντες,, οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ Πατὴρ ὁ ἐξ οὐρανοῦ δώσει Πνεῦμα Ἅγιον τοῖς αἰτοῦσιν αὐτόν.»
14Καὶ ἦν ἐκβάλλων δαιμόνιον, καὶ αὐτὸ ἦν κωφόν. Ἐγένετο δέ, τοῦ δαιμονίου ἐξελθόντος, ἐλάλησεν ὁ κωφός· καὶ ἐθαύμασαν οἱ ὄχλοι.
15Τινὲς δὲ ἐξ αὐτῶν εἶπον, «Ἐν Βεελζεβούλ, ἄρχοντι τῶν δαιμονίων, ἐκβάλλει τὰ δαιμόνια.»
16Ἕτεροι δὲ πειράζοντες, σημεῖον παρ᾿ αὐτοῦ ἐζήτουν ἐξ οὐρανοῦ.
17Αὐτὸς δέ, εἰδὼς αὐτῶν τὰ διανοήματα, εἶπεν αὐτοῖς· «Πᾶσα βασιλεία ἐφ᾿ ἑαυτὴν διαμερισθεῖσα ἐρημοῦται, καὶ οἶκος ἐπὶ οἶκον πίπτει.

Read ΚΑΤΑ ΛΟΥΚΑΝ 11ΚΑΤΑ ΛΟΥΚΑΝ 11
Compare ΚΑΤΑ ΛΟΥΚΑΝ 11:6-17ΚΑΤΑ ΛΟΥΚΑΝ 11:6-17