6Ταῦτα εἰπών, ἔπτυσεν χαμαὶ καὶ ἐποίησεν πηλὸν ἐκ τοῦ πτύσματος, καὶ ἐπέχρισεν τὸν πηλὸν ἐπὶ τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ.
7Καὶ εἶπεν αὐτῷ, «Ὕπαγε, νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ» (ὃ ἑρμηνεύεται, Ἀπεσταλμένος). Ἀπῆλθεν οὖν καὶ ἐνίψατο, καὶ ἦλθεν βλέπων.
8Οἱ οὖν γείτονες καὶ οἱ θεωροῦντες αὐτὸν τὸ πρότερον ὅτι τυφλὸς ἦν ἔλεγον, «Οὐχ οὗτός ἐστιν ὁ καθήμενος καὶ προσαιτῶν;»
9Ἄλλοι ἔλεγον ὅτι «Οὗτός ἐστιν»· ἄλλοι δὲ ὅτι «Ὅμοιος αὐτῷ ἐστιν.» Ἐκεῖνος ἔλεγεν ὅτι «Ἐγώ εἰμι.»
10Ἔλεγον οὖν αὐτῷ, «Πῶς ἀνεῴχθησάν σου οἱ ὀφθαλμοί;»
11Ἀπεκρίθη ἐκεῖνος καὶ εἶπεν· «Ἄνθρωπος λεγόμενος Ἰησοῦς πηλὸν ἐποίησεν καὶ ἐπέχρισέν μου τοὺς ὀφθαλμοὺς καὶ εἶπέν μοι, ‹Ὕπαγε εἰς τὴν κολυμβήθραν τοῦ Σιλωὰμ καὶ νίψαι.› Ἀπελθὼν δὲ καὶ νιψάμενος, ἀνέβλεψα.»
12Εἶπον οὖν αὐτῷ, «Ποῦ ἐστιν ἐκεῖνος;» Λέγει, «Οὐκ οἶδα.»
13Ἄγουσιν αὐτὸν πρὸς τοὺς Φαρισαίους τόν ποτε τυφλόν.
14(Ἦν δὲ σάββατον ὅτε τὸν πηλὸν ἐποίησεν ὁ Ἰησοῦς καὶ ἀνέῳξεν αὐτοῦ τοὺς ὀφθαλμούς.)
15Πάλιν οὖν ἠρώτων αὐτὸν καὶ οἱ Φαρισαῖοι πῶς ἀνέβλεψεν. Ὁ δὲ εἶπεν αὐτοῖς, «Πηλὸν ἐπέθηκέν μου ἐπὶ τοὺς ὀφθαλμούς, καὶ ἐνιψάμην, καὶ βλέπω.»
16Ἔλεγον οὖν ἐκ τῶν Φαρισαίων τινές, «Οὗτος ὁ ἄνθρωπος οὐκ ἔστιν παρὰ τοῦ Θεοῦ, ὅτι τὸ σάββατον οὐ τηρεῖ.» Ἄλλοι ἔλεγον, «Πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν;» Καὶ σχίσμα ἦν ἐν αὐτοῖς.
17Λέγουσιν οὖν τῷ τυφλῷ πάλιν, «Σὺ τί λέγεις περὶ αὐτοῦ, ὅτι ἤνοιξέν σου τοὺς ὀφθαλμούς;» Ὁ δὲ εἶπεν ὅτι «Προφήτης ἐστίν.»
18Οὐκ ἐπίστευσαν οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ, ὅτι τυφλὸς ἦν καὶ ἀνέβλεψεν, ἕως ὅτου ἐφώνησαν τοὺς γονεῖς αὐτοῦ τοῦ ἀναβλέψαντος.
19Καὶ ἠρώτησαν αὐτοὺς λέγοντες· «Οὗτός ἐστιν ὁ υἱὸς ὑμῶν, ὃν ὑμεῖς λέγετε ὅτι τυφλὸς ἐγεννήθη; Πῶς οὖν ἄρτι βλέπει;»
20Ἀπεκρίθησαν δὲ αὐτοῖς οἱ γονεῖς αὐτοῦ καὶ εἶπον· «Οἴδαμεν ὅτι οὗτός ἐστιν ὁ υἱὸς ἡμῶν, καὶ ὅτι τυφλὸς ἐγεννήθη.
21Πῶς δὲ νῦν βλέπει οὐκ οἴδαμεν, ἢ τίς ἤνοιξεν αὐτοῦ τοὺς ὀφθαλμοὺς ἡμεῖς οὐκ οἴδαμεν. Αὐτὸς ἡλικίαν ἔχει, αὐτὸν ἐρωτήσατε. Αὐτὸς περὶ ἑαυτοῦ λαλήσει.»
22Ταῦτα εἶπον οἱ γονεῖς αὐτοῦ ὅτι ἐφοβοῦντο τοὺς Ἰουδαίους, ἤδη γὰρ συνετέθειντο οἱ Ἰουδαῖοι ἵνα ἐάν τις αὐτὸν ὁμολογήσῃ Χριστόν, ἀποσυνάγωγος γένηται.
23Διὰ τοῦτο οἱ γονεῖς αὐτοῦ εἶπον ὅτι «Ἡλικίαν ἔχει, αὐτὸν ἐρωτήσατε.»
24Ἐφώνησαν οὖν ἐκ δευτέρου τὸν ἄνθρωπον ὃς ἦν τυφλὸς καὶ εἶπον αὐτῷ· «Δὸς δόξαν τῷ Θεῷ· ἡμεῖς οἴδαμεν ὅτι ὁ ἄνθρωπος οὗτος ἁμαρτωλός ἐστιν.»
25Ἀπεκρίθη οὖν ἐκεῖνος καὶ εἶπεν· «Εἰ ἁμαρτωλός ἐστιν, οὐκ οἶδα. Ἓν οἶδα, ὅτι τυφλὸς ὤν, ἄρτι βλέπω.»
26Εἶπον δὲ αὐτῷ πάλιν· «Τί ἐποίησέν σοι; Πῶς ἀνέῳξέν σου τοὺς ὀφθαλμούς;»
27Ἀπεκρίθη αὐτοῖς· «Εἶπον ὑμῖν ἤδη, καὶ οὐκ ἠκούσατε. Τί πάλιν θέλετε ἀκούειν; Μὴ καὶ ὑμεῖς θέλετε αὐτοῦ μαθηταὶ γενέσθαι;»
28Ἐλοιδόρησαν αὐτὸν καὶ εἶπον· «Σὺ εἶ μαθητὴς ἐκείνου, ἡμεῖς δὲ τοῦ Μωσέως ἐσμὲν μαθηταί.
29Ἡμεῖς οἴδαμεν ὅτι Μωσεῖ λελάληκεν ὁ Θεός· τοῦτον δέ—οὐκ οἴδαμεν πόθεν ἐστίν.»
30Ἀπεκρίθη ὁ ἄνθρωπος καὶ εἶπεν αὐτοῖς· «Ἐν γὰρ τούτῳ θαυμαστόν ἐστιν—ὅτι ὑμεῖς οὐκ οἴδατε πόθεν ἐστίν, καὶ ἀνέῳξέν μου τοὺς ὀφθαλμούς.
31Οἴδαμεν δὲ ὅτι ἁμαρτωλῶν ὁ Θεὸς οὐκ ἀκούει· ἀλλ᾿ ἐάν τις θεοσεβὴς ᾖ καὶ τὸ θέλημα αὐτοῦ ποιῇ, τούτου ἀκούει.
32Ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη ὅτι ἤνοιξέν τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου.
33Εἰ μὴ ἦν οὗτος παρὰ Θεοῦ οὐκ ἠδύνατο ποιεῖν οὐδέν.»
34Ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ, «Ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλως, καὶ σὺ διδάσκεις ἡμᾶς;» Καὶ ἐξέβαλον αὐτὸν ἔξω.
35Ἤκουσεν ὁ Ἰησοῦς ὅτι ἐξέβαλον αὐτὸν ἔξω· καὶ εὑρὼν αὐτόν, εἶπεν αὐτῷ, «Σὺ πιστεύεις εἰς τὸν Υἱὸν τοῦ Θεοῦ;»
36Ἀπεκρίθη ἐκεῖνος καὶ εἶπεν, «Καὶ τίς ἐστιν, Κύριε, ἵνα πιστεύσω εἰς αὐτόν;»
37Εἶπεν δὲ αὐτῷ ὁ Ἰησοῦς, «Καὶ ἑώρακας αὐτὸν καὶ ὁ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν.»
38Ὁ δὲ ἔφη, «Πιστεύω, Κύριε.» Καὶ προσεκύνησεν αὐτῷ.
39Καὶ εἶπεν ὁ Ἰησοῦς, «Εἰς κρῖμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον, ἵνα οἱ μὴ βλέποντες βλέπωσιν, καὶ οἱ βλέποντες τυφλοὶ γένωνται.»
40Καὶ ἤκουσαν ἐκ τῶν Φαρισαίων ταῦτα οἱ ὄντες μετ᾿ αὐτοῦ καὶ εἶπον αὐτῷ, «Μὴ καὶ ἡμεῖς τυφλοί ἐσμεν;»