Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΙΗΣΟΥΣ - ΙΗΣΟΥΣ 21

ΙΗΣΟΥΣ 21:3-27

Help us?
Click on verse(s) to share them!
3Καὶ ἔδωκαν οἱ υἱοὶ Ἰσραὴλ τοῖς Λευίταις ἐν τῷ κατακληρονομεῖν διὰ προστάγματος Κυρίου τὰς πόλεις καὶ τὰ περισπόρια αὐτῶν.
4Καὶ ἐξῆλθεν ὁ κλῆρος τῷ δήμῳ Καάθ· καὶ ἐγένετο τοῖς υἱοῖς Ἀαρὼν τοῖς ἱερεῦσι τοῖς Λευίταις ἀπὸ φυλῆς Ἰούδα καὶ ἀπὸ φυλῆς Συμεὼν καὶ ἀπὸ φυλῆς Βενιαμὶν κληρωτὶ, πόλεις δεκατρεῖς.
5Καὶ τοῖς υἱοῖς Καὰθ τοῖς καταλελειμμένοις ἐκ τῆς φυλῆς Ἐφραὶμ καὶ ἐκ τῆς φυλῆς Δὰν καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασσῆ κληρωτὶ, πόλεις δέκα.
6Καὶ τοῖς υἱοῖς Γεδσὼν ἀπὸ τῆς φυλῆς Ἰσσάχαρ καὶ ἀπὸ τῆς φυλῆς Ἀσὴρ καὶ ἀπὸ τῆς φυλῆς Νεφθαλὶ καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασσῆ ἐν τῇ Βασὰν, πόλεις δεκατρεῖς.
7Καὶ τοῖς υἱοῖς Μεραρὶ κατὰ δήμους αὐτῶν ἀπὸ φυλῆς Ῥουβὴν καὶ ἀπὸ φυλῆς Γὰδ καὶ ἀπὸ φυλῆς Ζαβουλὼν κληρωτὶ, πόλεις δώδεκα.
8Καὶ ἔδωκαν οἱ υἱοὶ Ἰσραὴλ τοῖς Λευίταις τὰς πόλεις καὶ τὰ περισπόρια αὐτῶν, ὃν τρόπον ἐνετείλατο Κύριος τῷ Μωυσῇ, κληρωτί.
9Καὶ ἔδωκεν ἡ φυλὴ υἱῶν Ἰούδα καὶ ἡ φυλὴ υἱῶν Συμεὼν καὶ ἀπὸ τῆς φυλῆς υἱῶν Βενιαμὶν τὰς πόλεις ταύτας· καὶ ἐπεκλήθησαν
10τοῖς υἱοῖς Ἀαρὼν ἀπὸ τοῦ δήμου τοῦ Καὰθ τῶν υἱῶν Λευὶ, ὅτι τούτοις ἐγενήθη ὁ κλῆρος.
11Καὶ ἔδωκεν αὐτοῖς τὴν Καριαθαρβὸκ μητρόπολιν τῶν Ἐνάκ· αὕτη ἐστὶ Χεβρὼν ἐν τῷ ὄρει Ἰούδα· τὰ δὲ περισπόρια κύκλῳ αὐτῆς,
12καὶ τοὺς ἀγροὺς τῆς πόλεως, καὶ τὰς κώμας αὐτῆς ἔδωκεν Ἰησοῦς τοῖς υἱοῖς Χάλεβ υἱοῦ Ἰεφοννὴ ἐν κατασχέσει.
13Καὶ τοῖς υἱοῖς Ἀαρὼν ἔδωκε τὴν πόλιν φυγαδευτήριον τῷ φονεύσαντι, τὴν Χεβρὼν, καὶ τὰ ἀφωρισμένα τὰ σὺν αὐτῇ· καὶ τὴν Λεμνὰ, καὶ τὰ ἀφωρισμένα τὰ πρὸς αὐτῇ·
14Καὶ τὴν Αἰλὼμ, καὶ τὰ ἀφωρισμένα αὐτῇ· καὶ τὴν Τεμὰ, καὶ τὰ ἀφωρισμένα αὐτῇ·
15Καὶ τὴν Γελλὰ, καὶ τὰ ἀφωρισμένα αὐτῇ· καὶ τὴν Δαβὶρ, καὶ τὰ ἀφωρισμένα αὐτῇ·
16Καὶ Ἀσὰ, καὶ τὰ ἀφωρισμένα αὐτῇ· καὶ Τανὺ, καὶ τὰ ἀφωρισμένα αὐτῇ· καὶ Βαιθσαμὺς, καὶ τὰ ἀφωρισμένα αὐτῇ· πόλεις ἐννέα παρὰ τῶν δύο φυλῶν τούτων.
17Καὶ παρὰ τῆς φυλῆς Βενιαμὶν, τὴν Γαβαὼν, καὶ τὰ ἀφωρισμένα αὐτῇ· καὶ Γαθὲθ, καὶ τὰ ἀφωρισμένα αὐτῇ·
18Καὶ Ἀναθὼθ, καὶ τὰ ἀφωρισμένα αὐτῇ· καὶ Γάμαλα, καὶ τὰ ἀφωρισμένα αὐτῇ· πόλεις τέσσαρες.
19Πᾶσαι αἱ πόλεις υἱῶν Ἀαρὼν τῶν ἱερέων, δεκατρεῖς.
20Καὶ τοῖς δήμοις υἱοῖς Καὰθ τοῖς Λευίταις τοῖς καταλελειμμένοις ἀπὸ τῶν υἱῶν Καὰθ, καὶ ἐγενήθη ἡ πόλις τῶν ἱερέων αὐτῶν ἀπὸ φυλῆς Ἐφραίμ·
21καὶ ἔδωκαν αὐτοῖς τὴν πόλιν τοῦ φυγαδευτηρίου τὴν τοῦ φονεύσαντος, τὴν Συχὲμ, καὶ τὰ ἀφωρισμένα αὐτῇ· καὶ Γάζαρα καὶ τὰ πρὸς αὐτὴν, καὶ τὰ ἀφωρισμένα αὐτῇ·
22Καὶ Βαιθωρὼν, καὶ τὰ ἀφωρισμένα τὰ αὐτῇ· πόλεις τέσσαρες.
23Καὶ ἐκ τῆς φυλῆς Δὰν, τὴν Ἑλκωθαὶμ, καὶ τὰ ἀφωρισμένα αὐτῇ· καὶ τὴν Γεθεδὰν, καὶ τὰ ἀφωρισμένα αὐτῇ·
24Καὶ Αἰλὼν, καὶ τὰ ἀφωρισμένα αὐτῇ· καὶ τὴν Γεθερεμμὼν, καὶ τὰ ἀφωρισμένα αὐτῇ· πόλεις τέσσαρες.
25Καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασσῆ, τὴν Τανὰχ, καὶ τὰ ἀφωρισμένα αὐτῇ· καὶ τὴν Ἰεβαθὰ, καὶ τὰ ἀφωρισμένα αὐτῇ· πόλεις δύο.
26Πᾶσαι πόλεις δέκα, καὶ τὰ ἀφωρισμένα αὐτῇ τὰ πρὸς αὐταῖς, τοῖς δήμοις υἱῶν Καὰθ τοῖς ὑπολελειμμένοις.
27Καὶ τοῖς υἱοῖς Γεδσὼν τοῖς Λευίταις ἐκ τοῦ ἡμίσους φυλῆς Μανασσῆ τὰς πόλεις τὰς ἀφωρισμένας τοῖς φονεύσασι, τὴν Γαυλὼν ἐν τῇ Βασανίτιδι, καὶ τὰ ἀφωρισμένα αὐτῇ· καὶ τὴν Βοσορὰν, καὶ τὰ ἀφωρισμένα αὐτῇ· πόλεις δύο.

Read ΙΗΣΟΥΣ 21ΙΗΣΟΥΣ 21
Compare ΙΗΣΟΥΣ 21:3-27ΙΗΣΟΥΣ 21:3-27