Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΙΗΣΟΥΣ - ΙΗΣΟΥΣ 13

ΙΗΣΟΥΣ 13:10-26

Help us?
Click on verse(s) to share them!
10Πάσας τὰς πόλεις Σηὼν βασιλέως Ἀμοῤῥαίων, ὃς ἐβασίλευσεν ἐν Ἐσεβὼν ἕως τῶν ὁρίων υἱῶν Ἀμμῶν·
11Καὶ τὴν Γαλααδίτιδα, καὶ τὰ ὅρια Γεσιρὶ, καὶ τοὺς Μαχατὶ, πᾶν ὄρος Ἀερμὼν, καὶ πᾶσαν τὴν Βασανίτιν ἕως Ἀχά·
12Πᾶσαν τὴν βασιλείαν Ὢγ ἐν τῇ Βασανίτιδι, ὃς ἐβασίλευσεν ἐν Ἀσταρὼθ καὶ ἐν Ἐδραΐν· οὗτος κατελείφθη ἀπὸ τῶν γιγάντων, καὶ ἐπάταξεν αὐτὸν Μωυσῆς, καὶ ἐξωλόθρευσε.
13Καὶ οὐκ ἐξωλόθρευσαν οἱ υἱοὶ Ἰσραὴλ τὸν Γεσιρὶ, καὶ τὸν Μαχατὶ, καὶ τὸν Χαναναῖον· καὶ κατῷκει βασιλεὺς Γεσιρὶ καὶ ὁ Μαχατὶ ἐν τοῖς υἱοῖς Ἰσραὴλ ἕως τῆς σήμερον ἡμέρας.
14Πλὴν τῆς φυλῆς Λευὶ οὐκ ἐδόθη κληρονομία· Κύριος ὁ Θεὸς Ἰσραὴλ, οὗτος κληρονομία αὐτῶν, καθὰ εἶπεν αὐτοῖς Κύριος· καὶ οὗτος ὁ καταμερισμὸς, ὃν κατεμέρισε Μωυσῆς τοῖς υἱοῖς Ἰσραὴλ ἐν Ἀραβὼθ Μωὰβ ἐν τῷ πέραν τοῦ Ἰορδάνου κατὰ Ἱεριχώ.
15Καὶ ἔδωκε Μωυσῆς τῇ φυλῇ Ῥουβὴν κατὰ δήμους αὐτῶν.
16Καὶ ἐγενήθη αὐτῶν τὰ ὅρια ἀπὸ Ἀροὴρ, ἥ ἐστι κατὰ πρόσωπον φάραγγος Ἀρνῶν, καὶ ἡ πόλις ἡ ἐν τῇ φάραγγι Ἀρνῶν· καὶ πᾶσαν τὴν Μισὼρ,
17ἕως Ἐσεβὼν, καὶ πάσας τὰς πόλεις τὰς οὔσας ἐν τῇ Μισὼρ, καὶ Δαιβὼν, καὶ Βαιμὼν Βαὰλ, καὶ οἴκου Μεελβὼθ,
18καὶ Βασὰν, καὶ Βακεδμὼθ, καὶ Μαιφαὰδ, καὶ, Καριθαὶμ,
19καὶ Σεβαμὰ, καὶ Σεραδὰ, καὶ Σιὼν ἐν τῷ ὄρει Ἐνὰβ,
20καὶ Βαιθφογὼρ, καὶ Ἀσηδὼθ Φασγὰ, καὶ Βαιτθασεινὼθ,
21καὶ πάσας τὰς πόλεις τοῦ Μισὼρ, καὶ πᾶσαν τὴν βασιλείαν τοῦ Σηὼν βασιλέως τῶν Ἀμοῤῥαίων, ὃν ἐπάταξε Μωυσῆς αὐτὸν καὶ τοὺς ἡγουμένους Μαδιὰμ, καὶ τὸν Εὐὶ, καὶ τὸν Ῥοβὸκ, καὶ τὸν Σοὺρ, καὶ τὸν Οὒρ, καὶ τὸν Ῥοβὲ ἄρχοντα ἔναρα Σιὼν, καὶ τοὺς κατοικοῦντας Σιών.
22Καὶ τὸν Βαλαὰμ τὸν τοῦ Βαιὼρ τὸν μάντιν ἀπέκτειναν ἐν τῇ ῥοπῇ.
23Ἐγένετο δὲ τὰ ὅρια Ῥουβὴν, Ἰορδάνης ὅριον· αὑτη ἡ κληρονομία υἱῶν Ῥουβὴν κατὰ δήμους αὐτῶν, αἱ πόλεις αὐτῶν καὶ αἱ ἐπαύλεις αὐτῶν.
24Ἔδωκε δὲ Μωυσῆς τοῖς υἱοῖς Γὰδ κατὰ δήμους αὐτῶν.
25Καὶ ἐγένετο τὰ ὅρια αὐτῶν Ἰαζήρ· πᾶσαι πόλεις Γαλαὰδ, καὶ τὸ ἥμισυ γῆς υἱῶν Ἀμμῶν ἕως Ἄραβα, ἥ ἐστι κατὰ προσωπον Ἀράδ.
26Καὶ ἀπὸ Ἐσεβὼν ἕως Ἀραβὼθ κατὰ τὴν Μασσηφὰ, καὶ Βοτανὶμ, καὶ Μαὰν ἕως τῶν ὁρίων Δαιβὼν,

Read ΙΗΣΟΥΣ 13ΙΗΣΟΥΣ 13
Compare ΙΗΣΟΥΣ 13:10-26ΙΗΣΟΥΣ 13:10-26