17Μακαρία σὺ γῆ, ἧς ὁ βασιλεύς σου υἱὸς ἐλευθέρων, καὶ οἱ ἄρχοντές σου πρὸς καιρὸν φάγονται ἐν δυνάμει, καὶ οὐκ αἰσχυνθήσονται.
18Ἐν ὀκνηρίαις ταπεινωθήσεται ἡ δόκωσις, καὶ ἐν ἀργίᾳ χειρῶν στάξει ἡ οἰκία.
19Εἰς γέλωτα ποιοῦσιν ἄρτον, καὶ οἶνον καὶ ἔλαιον τοῦ εὐφρανθῆναι ζῶντας, καὶ τοῦ ἀργυρίου ταπεινώσει ἐπακούσεται τὰ πάντα.
20Καί γε ἐν συνειδήσει σου βασιλέα μὴ καταράσῃ, καὶ ἐν ταμιείοις κοιτώνων σου μὴ καταράσῃ πλούσιον· ὅτι πετεινὸν τοῦ οὐρανοῦ ἀποίσει τὴν φωνήν σου, καὶ ὁ ἔχων τὰς πτέρυγας ἀπαγγελεῖ λόγον σου.