Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΒΑΣΙΛΕΙΩΝ Γ - ΒΑΣΙΛΕΙΩΝ Γ 2

ΒΑΣΙΛΕΙΩΝ Γ 2:12-41

Help us?
Click on verse(s) to share them!
12Καὶ Σαλωμὼν ἐκάθισεν ἐπὶ θρόνου Δαυὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ ἡτοιμάσθη ἡ βασιλεία αὐτοῦ σφόδρα.
13Καὶ εἰσῆλθεν Ἀδωνίας υἱὸς Ἀγγὶθ πρὸς Βηρσαβεὲ μητέρα Σαλωμὼν, καὶ προσεκύνησεν αὐτῇ· ἡ δὲ εἶπεν, εἰρήνη ἡ εἴσοδός σου; καὶ εἶπεν, εἰρήνη·
14λόγος μοι πρὸς σέ. Καὶ εἶπεν αὐτῷ, λάλησον.
15Καὶ εἶπεν αὐτῇ, σὺ οἶδας, ὅτι ἐμοὶ ἦν βασιλεία, καὶ ἐπʼ ἐμὲ ἔθετο πᾶς Ἰσραὴλ τὸ πρόσωπον αὐτοῦ εἰς βασιλέα· καὶ ἐστράφη ἡ βασιλεία, καὶ ἐγένετο τῷ ἀδελφῷ μου, ὅτι παρὰ Κυρίου ἐγενήθη αὐτῷ.
16Καὶ νῦν αἴτησιν μίαν ἐγὼ αἰτοῦμαι παρὰ σοῦ, μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου· καὶ εἶπεν αὐτῷ Βηρσαβεὲ, λάλει.
17Καὶ εἶπεν αὐτῇ, εἰπον δὴ πρὸς Σαλωμὼν τὸν βασιλέα, ὅτι οὐκ ἀποστρέψει τὸ πρόσωπον αὐτοῦ ἀπὸ σοῦ, καὶ δώσει μοι τὴν Ἀβισὰγ τὴν Σωμανίτιν εἰς γυναῖκα.
18Καὶ εἶπε Βηρσαβεὲ, καλῶς· ἐγὼ λαλήσω περὶ σοῦ τῷ βασιλεῖ.
19Καὶ εἰσῆλθε Βηρσαβεὲ πρὸς τὸν βασιλέα Σαλωμὼν αλῆσαι αὐτῷ περὶ Ἀδωνίου· καὶ ἐξανέστη ὁ βασιλεὺς εἰς ἀπαντὴν αὐτῇ, καὶ κατεφίλησεν αὐτὴν, καὶ ἐκάθισεν ἐπὶ τοῦ θρόνου· καὶ ἐτέθη θρόνος τῇ μητρὶ τοῦ βασιλέως, καὶ ἐκάθισεν ἐκ δεξιῶν αὐτοῦ.
20Καὶ εἶπεν αὐτῷ, αἴτησιν μίαν μικρὰν ἐγὼ αἰτοῦμαι παρὰ σοῦ, μὴ ἀποστρέψῃς τὸ πρόσωπόν μου· καὶ εἶπεν αὐτῇ ὁ βασιλεύς, αἴτησαι, μήτερ ἐμὴ, καὶ οὐκ ἀποστρέψω σε.
21Καὶ εἶπε, δοθήτω δὴ Ἀβισὰ ἡ Σωμανίτις τῷ Αδωνίᾳ τῷ ἀδελφῷ σου εἰς γυναῖκα.
22Καὶ ἀπεκρίθη ὁ βασιλεὺς Σαλωμὼν, καὶ εἶπε τῇ μητρὶ αὐτοῦ, καὶ ἱνατί σὺ ᾔτησαι τὴν Ἀβισὰλ τῷ Ἀδωνίᾳ; καὶ αἴτησαι αὐτῷ τὴν βασιλείαν, ὅτι οὗτος ἀδελφός μου ὁ μέγας ὑπὲρ ἐμέ, καὶ αὐτῷ Ἀβιάθαρ ὁ ἱερεὺς, καὶ αὐτῷ Ἰωὰβ ὁ υἱὸς Σαρουίας ἀρχιστράτηγος ἑταῖρος.
23Καὶ ὤμοσεν ὁ βασιλεὺς Σαλωμὼν κατὰ τοῦ Κυρίου, λέγων, τάδε ποιήσαι μοι ὁ Θεὸς καὶ τάδε παροσθείη, ὅτι κατὰ τῆς ψυχῆς αὐτοῦ ἐλάλησεν Ἀδωνίας τὸν λόγον τοῦτον.
24Καὶ νῦν ζῇ Κύριος ὃς ἡτοίμασε με καὶ ἔθετό με ἐπὶ τὸν θρόνον Δαυὶδ τοῦ πατρός μου, καὶ αὐτὸς ἐποίησέ μοι οἶκον καθὼς ἐλάλησε Κύριος, ὅτι σήμερον θανατωθήσεται Ἀδωνίας.
25Καὶ ἐξαπέστειλεν ὁ βασιλεὺς Σαλωμὼν ἐν χειρὶ Βαναίου υἱοῦ Ἰωδαὲ, καὶ ἀνεῖλεν αὐτὸν, καὶ ἀπέθανεν Ἀδωνίας ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.
26Καὶ τῷ Ἀβιάθαρ τῷ ἱερεῖ εἶπεν ὁ βασιλεύς, ἀπότρεχε σὺ εἰς Ἀναθὼθ εἰς ἀγρόν σου, ὅτι ἀνὴρ θανάτου εἶ σὺ ἐν τῇ ἡμέρᾳ ταύτῃ· καὶ οὐ θανατώσω σε, ὅτι ᾖρας τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου ἐνώπιον τοῦ πατρός μου, καὶ ὅτι ἐκακουχήθης ἐν πᾶσιν οἷς ἐκακουχήθη ὁ πατήρ μου.
27Καὶ ἐξέβαλε Σαλωμὼν τὸν Ἀβιάθαρ τοῦ μὴ εἶναι ἱερέα τοῦ Κυρίου, πληρωθῆναι τὸ ῥῆμα Κυρίου, ὃ ἐλάλησεν ἐπὶ τὸν οἶκον Ἡλὶ ἐν Σηλώμ.
28Καὶ ἡ ἀκοὴ ἦλθεν ἕως Ἰωὰβ υἱοῦ Σαρουίας, ὅτι Ἰωὰβ ἦν κεκλικὼς ὀπίσω Ἀδωνίου, καὶ ὀπίσω Σαλωμὼν οὐκ ἔκλινε· καὶ ἔφυγεν Ἰωὰβ εἰς τὸ σκήνωμα τοῦ Κυρίου, καὶ κατέσχε τῶν κεράτων τοῦ θυσιαστηρίου.
29Καὶ ἀπηγγέλη τῷ Σαλωμὼν, λέγοντες, ὅτι πέφευγεν Ἰωὰβ εἰς τὴν σκηνὴν τοῦ Κυρίου, καὶ ἰδοὺ κατέχει τῶν κεράτων τοῦ θυσιαστηρίου· καὶ ἀπέστειλε Σαλωμὼν ὁ βασιλεὺς πρὸς Ἰωὰβ, λέγων, τί γέγονέ σοι, ὅτι πέφευγας εἰς τὸ θυσιαστήριον; καὶ εἶπεν Ἰωὰβ, ὅτι ἐφοβήθην ἀπὸ προσώπου σου, καὶ ἔφυγον πρὸς Κύριον· καὶ ἀπέστειλε Σαλωμὼν τὸν Βαναίου υἱὸν Ἰωδαὲ, λέγων, πορεύου καὶ ἄνελε αὐτὸν, καὶ θάψον αὐτόν.
30Καὶ ἦλθε Βαναίας υἱὸς Ἰωδαὲ πρὸς Ἰωὰβ εἰς τὴν σκηνὴν τοῦ Κυρίου, καὶ εἶπεν αὐτῷ τάδε λέγει ὁ βασιλεὺς, ἔξελθε· καὶ εἶπεν Ἰωὰβ, οὐκ ἐκπορεύωμαι, ὅτι ὧδε ἀποθανοῦμαι· καὶ ἐπέστρεψε Βαναίας υἱὸς Ἰωδαὲ, καὶ εἶπε τῷ βασιλεῖ, λέγων, τάδε λελάληκεν Ἰωὰβ, καὶ τάδε ἀποκέκριταί μοι.
31Καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς, πορεύου, καὶ ποίησον αὐτῷ καθὼς εἴρηκε, καὶ ἄνελε αὐτὸν· καὶ θάψεις αὐτὸν, καὶ ἐξαρεῖς σήμερον τὸ αἷμα ὃ δωρεὰν ἐξέχεεν, ἀπʼ ἐμοῦ καὶ ἀπὸ τοῦ οἴκου τοῦ πατρός μου.
32Καὶ ἐπέστρεψε Κύριος τὸ αἷμα τῆς ἀδικίας αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ, ὡς ἀπήντησε τοῖς δυσὶν ἀνθρώποις τοῖς δικαίοις καὶ ἀγαθοῖς ὑπὲρ αὐτὸν, καὶ ἀπέκτεινεν αὐτοὺς ἐν ῥομφαίᾳ, καὶ ὁ πατήρ μου Δαυὶδ οὐκ ἔγνω τὸ αἷμα αὐτῶν, τὸν Ἀβεννὴρ υἱὸν Νὴρ ἀρχιστράτηγον Ἰσραὴλ, καὶ τὸν Ἀμεσσὰ υἱὸν Ἰεθὲρ ἀρχιστράτηγον Ἰούδα.
33Καὶ ἐπεστράφη τὰ αἵματα αὐτῶν εἰς κεφαλὴν αὐτοῦ, καὶ εἰς κεφαλὴν τοῦ σπέρματος αὐτοῦ εἰς τὸν αἰῶνα· καὶ τῷ Δαυὶδ καὶ τῷ σπέρματι αὐτοῦ καὶ τῷ οἴκῳ αὐτοῦ καὶ τῷ θρόνῳ αὐτοῦ γένοιτο εἰρήνη ἕως αἰῶνος παρὰ Κυρίου.
34Καὶ ἀνέβη Βαναίας υἱὸς Ἰωδαὲ, καὶ ἀπήντησεν αὐτῷ, καὶ ἐθανάτωσεν αὐτὸν, καὶ ἔθαψεν αὐτὸν ἐν τῷ οἴκῳ αὐτοῦ ἐν τῇ ἐρήμῳ.
35Καὶ ἔδωκεν ὁ βασιλεὺς τὸν Βαναίου υἱὸν Ἰωδαὲ ἀντʼ αὐτοῦ ἐπὶ τὴν στρατηγίαν· καὶ ἡ βασιλεία κατωρθοῦτο ἐν Ἰερουσαλήμ· καὶ Σαδὼκ τὸν ἱερέα ἔδωκεν αὐτὸν ὁ βασιλεὺς εἰς ἱερέα πρῶτον ἀντὶ Ἀβιάθαρ. Καὶ Σαλωμὼς υἱὸς Δαυὶδ ἐβασίλευσεν ἐπὶ Ἰσραὴλ καὶ Ἰούδα ἐν Ἱερουσαλήμ·
35aκαὶ ἔδωκε Κύριος φρόνησιν τῷ Σαλωμὼν, καὶ σοφίαν πολλὴν σφόδρα, καὶ πλάτος καρδίας, ὡς ἡ ἄμμος ἡ παρὰ τὴν θάλασσαν.
35bΚαὶ ἐπληθύνθη ἡ φρόνησις Σαλωμὼν σφόδρα ὑπὲρ τὴν φρόνησιν πάντων υἱῶν ἀρχαίων, καὶ ὑπὲρ πάντας φρονίμους Αἰγύπτου·
35cΚαὶ ἔλαβε τὴν θυγατέρα Φαραὼ, καὶ εἰσήγαγεν αὐτὴν εἰς πόλιν Δαυὶδ ἕως συντελέσαι αὐτὸν οἰκοδομῆσαι τὸν οἶκον αὐτοῦ, καὶ τὸν οἶκον Κυρίου ἐν πρώτοις, καὶ τὸ τεῖχος Ἱερουσαλὴμ κυκλόθεν· ἐν ἑπτὰ ἔτεσιν ἐποίησε καὶ συνετέλεσε.
35dΚαὶ ἦν τῷ Σαλωμὼν ἐβδομήκοντα χιλιάδες αἴροντες ἄρσιν, καὶ ὀγδοήκοντα χιλιάδες λατόμων ἐν τῷ ὄρει·
35eκαὶ ἐποίησε Σαλωμὼν τὴν θάλασσαν, καὶ τὰ ὑποστηρίγματα, καὶ τοὺς λουτῆρας τοὺς μεγάλους, καὶ τοὺς στύλους, καὶ τἠν κρήνην τῆς αὐλῆς, καὶ τὴν θάλασσαν τὴν χαλκῆν· καὶ ᾠκοδόμησε τὴν ἄκραν ἔπαλξιν ἐπʼ αὐτῆς, διεκόψεν τὴν πόλιν Δαυίδ.
35fοὕτως θυγάτηρ Φαραὼ ἀνέβαινεν ἐκ τῆς πόλεως Δαυὶδ εἰς τὸν οἶκον αὐτῆς, ὃν ᾠκοδόμησεν αὐτῇ· τότε ᾠκοδόμησε τὴν ἄκραν·
35gκαὶ Σαλωμὼν ἀνέφερε τρεῖς ἐν τῷ ἐνιαυτῷ ὁλοκαυτώσεις καὶ εἰρηνικὰς ἐπὶ τὸ θυσιαστήριον ὃ ᾠκοδόμησε τῷ Κυρίῳ, καὶ ἐθυμία ἐνώπιον Κυρίου, καὶ συνετέλεσε τὸν οἶκον.
35hΚαὶ οὗτοι οἱ ἄρχοντες οἱ καθεσταμένοι ἐπὶ τὰ ἔργα τοῦ Σαλωμὼν, τρεῖς χιλιάδες καὶ ἑξακόσιοι ἐπιστάται τοῦ λαοῦ τῶν ποιούντων τὰ ἔργα·
35iκαὶ ᾠκοδόμησε τὴν Ἀσσοὺρ, καὶ τὴν Μαγδὼ, καὶ τὴν Γαζὲρ, καὶ τὴν Βαιθωρὼν ἐπάνω, καὶ τὰ Βαλλάθ·
35kπλὴν μετὰ τὸ οἰκοδομῆσαι αὐτὸν τὸν οἶκον τοῦ Κυρίου, καὶ τὸ τεῖχος Ἱερουσαλὴμ κύκλῳ, μετὰ ταῦτα ᾠκοδόμησε τὰς πόλεις ταύτας.
35lΚαὶ ἐν τῷ ἔτι Δαυὶδ ζῇν, ἐνετείλατο τῷ Σαλωμὼν, λέγων, ἰδοὺ μετὰ σοῦ Σεμεῒ υἱὸς Γηρὰ υἱὸς τοῦ σπέρματος τοῦ Ἰεμινὶ ἐκ Χεβρών·
35mοὗτος κατηράσατό με κατάραν ὀδυνηρὰν ἐν ᾗ ἡμέρᾳ ἐπορευόμην εἰς παρεμβολάς·
35nκαὶ αὐτὸς κατέβαινεν εἰς ἀπαντήν μοι ἐπὶ τὸν Ἰορδάνην, καὶ ὤμοσα αὐτῷ κατὰ τοῦ Κυρίου, λέγων, εἰ θανατωθήσεται ἐν ῥομφαίᾳ·
35oκαὶ νῦν μὴ ἀθωώσῃς αὐτὸν, ὅτι ἀνὴρ φρόνιμος σύ· καὶ γνώσῃ ἃ ποιήσεις αὐτῷ, καὶ κατάξεις τὴν πολιὰν αὐτοῦ ἐν αἵματι εἰς ᾅδου.
36Καὶ ἐκάλεσεν ὁ βασιλεὺς τὸν Σεμεῒ, καὶ εἶπεν αὐτῷ, ὠκοδόμησον σεαυτῷ οἶκον ἐν Ἱερουσαλὴμ καὶ κάθου ἐκεῖ, καὶ οὐκ ἐξελεύσῃ ἐκεῖθεν οὐδαμοῦ.
37Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ τῆς ἐξόδου σου καὶ διαβήσῃ τὸν χείμαῤῥον Κέδρων, γινώσκων γνώσῃ ὅτι θανάτῳ ἀποθανῇ· τὸ αἷμά σου ἔσται ἐπὶ τὴν κεφαλήν σου· καὶ ὥρκισεν αὐτὸν ὁ βασιλεὺς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.
38Καὶ εἶπε Σεμεῒ πρὸς τὸν βασιλέα, ἀγαθὸν τὸ ῥῆμα ὃ ἐλάλησας, κύριέ μου βασιλεῦ· οὕτω ποιήσει ὁ δοῦλός σου· καὶ ἐκάθισε Σεμεῒ ἐν Ἱερουσαλὴμ τρία ἔτη.
39Καὶ ἐγενήθη μετὰ τὰ τρία ἔτη, καὶ ἀπέδρασαν δύο δοῦλοι τοῦ Σεμεῒ πρὸς Ἀγχοὺς υἱὸν Μααχὰ βασιλέα Γέθ· καὶ ἀπηγγέλη τῷ Σεμεῒ, λέγοντες, ἰδοὺ οἱ δοῦλοί σου ἐν Γέθ.
40Καὶ ἀνέστη Σεμεῒ καὶ ἐπέσαξε τὴν ὄνον αὐτοῦ, καὶ ἐπορεύθη εἰς Γὲθ πρὸς Ἀγχοὺς τοῦ ἐκζητῆσαι τοὺς δούλους αὐτοῦ· καὶ ἐπορεύθη Σεμεῒ, καὶ ἤγαγε τοὺς δούλους αὐτοῦ ἐκ Γέθ.
41Καὶ ἀπηγγέλη τῷ Σαλωμὼν, λέγοντες, ὅτι ἐπορεύθη Σεμεῒ ἐξ Ἱερουσαλὴμ εἰς Γὲθ, καὶ ἀνέστρεψε τοὺς δούλους αὐτοῦ.

Read ΒΑΣΙΛΕΙΩΝ Γ 2ΒΑΣΙΛΕΙΩΝ Γ 2
Compare ΒΑΣΙΛΕΙΩΝ Γ 2:12-41ΒΑΣΙΛΕΙΩΝ Γ 2:12-41