Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΑΣΜΑ - ΑΣΜΑ 5

ΑΣΜΑ 5:2-7

Help us?
Click on verse(s) to share them!
2Ἐγὼ καθεύδω, καὶ ἡ καρδία μου ἀγρυπνεῖ. φωνὴ ἀδελφιδοῦ μου κρούει ἐπὶ τὴν θύραν, ἀνοιξόν μοι ἡ πλησίον μου, ἄδελφή μου, περιστερά μου, τελεία μου· ὅτι ἡ κεφαλή μου ἐπλήσθη δρόσου, καὶ οἱ βόστρυχοί μου ψεκάδων νυκτός.
3Ἐξεδυσάμην τὸν χιτῶνά μου, πῶς ἐνδύοσμαι αὐτόν; ἐνιψάμην τοὺς πόδας μου, πῶς μολυνῶ αὐτούς;
4Ἀδελφιδός μου ἀπέστειλε χεῖρα αὐτοῦ ἀπὸ τῆς ὀπῆς, καὶ ἡ κοιλία μου ἐθροήθη ἐπʼ αὐτόν.
5Ἀνέστην ἐγὼ ἀνοῖξαι τῷ ἀδελφιδῷ μου, χεῖρές μου ἔσταξαν σμύρναν, δάκτυλοί μου σμύρναν πλήρη ἐπὶ χεῖρας τοῦ κλείθρου.
6Ἤνοιξα ἐγὼ τῷ ἀδελφιδῷ μου· ἀδελφιδός μου παρῆλθε· ψυχή μου ἐξῆλθεν ἐν λόγῳ αὐτοῦ· ἐζήτησα αὐτὸν καὶ οὐχ εὗρον αὐτὸν, ἐκάλεσα αὐτὸν καὶ οὐχ ὑπήκουσέ μου.
7Εὕροσάν με οἱ φύλακες οἱ κυκλοῦντες ἐν τῇ πόλει, ἐπάταξάν με, ἐτραυμάτισάν με· ᾖραν τὸ θέριστρόν μου ἀπʼ ἐμοῦ φύλακες τῶν τειχέων.

Read ΑΣΜΑ 5ΑΣΜΑ 5
Compare ΑΣΜΑ 5:2-7ΑΣΜΑ 5:2-7