Text copied!
CopyCompare
Η Καινή Διαθήκη - ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ - ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 5

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 5:16-23

Help us?
Click on verse(s) to share them!
16Συνήρχετο δὲ καὶ τὸ πλῆθος τῶν πέριξ πόλεων εἰς Ἱερουσαλήμ, φέροντες ἀσθενεῖς καὶ ὀχλουμένους ὑπὸ πνευμάτων ἀκαθάρτων, οἵτινες ἐθεραπεύοντο ἅπαντες.
17Ἀναστὰς δὲ ὁ ἀρχιερεὺς καὶ πάντες οἱ σὺν αὐτῷ — ἡ οὖσα αἵρεσις τῶν Σαδδουκαίων — ἐπλήσθησαν ζήλου,
18καὶ ἐπέβαλον τὰς χεῖρας αὐτῶν ἐπὶ τοὺς ἀποστόλους, καὶ ἔθεντο αὐτοὺς ἐν τηρήσει δημοσίᾳ.
19Ἄγγελος δὲ Κυρίου διὰ τῆς νυκτὸς ἤνοιξε τὰς θύρας τῆς φυλακῆς, ἐξαγαγών τε αὐτοὺς εἶπε,
20Πορεύεσθε, καὶ σταθέντες λαλεῖτε ἐν τῷ ἱερῷ τῷ λαῷ πάντα τὰ ῥήματα τῆς ζωῆς ταύτης.
21Ἀκούσαντες δὲ εἰσῆλθον ὑπὸ τὸν ὄρθρον εἰς τὸ ἱερόν, καὶ ἐδίδασκον. Παραγενόμενος δὲ ὁ ἀρχιερεὺς καὶ οἱ σὺν αὐτῷ, συνεκάλεσαν τὸ συνέδριον καὶ πᾶσαν τὴν γερουσίαν τῶν υἱῶν Ἰσραήλ, καὶ ἀπέστειλαν εἰς τὸ δεσμωτήριον, ἀχθῆναι αὐτούς.
22Οἱ δὲ ὑπηρέται παραγενόμενοι οὐχ εὗρον αὐτοὺς ἐν τῇ φυλακῇ· ἀναστρέψαντες δὲ ἀπήγγειλαν,
23λέγοντες ὅτι Τὸ μὲν δεσμωτήριον εὕρομεν κεκλεισμένον ἐν πάσῃ ἀσφαλείᾳ, καὶ τοὺς φύλακας ἔξω ἑστῶτας πρὸ τῶν θυρῶν· ἀνοίξαντες δέ, ἔσω οὐδένα εὕρομεν.

Read ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 5ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 5
Compare ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 5:16-23ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 5:16-23