7Ψυχὴ ἐν πλησμονῇ οὖσα κηρίοις ἐμπαίζει, ψυχῇ δὲ ἐνδεεῖ καὶ τὰ πικρὰ γλυκέα φαίνεται.
8Ὥσπερ ὅταν ὄρνεον καταπετασθῇ ἐκ τῆς ἰδίας νοσσιᾶς, οὕτως ἄνθρωπος δουλοῦται ὅταν ἀποξενωθῇ ἐκ τῶν ἰδίων τόπων.
9Μύροις καὶ οἴνοις καὶ θυμιάμασι τέρπεται καρδία, καταῤῥήγνυται δὲ ὑπὸ συμπτωμάτων ψυχή.
10Φίλον σὸν ἢ φίλον πατρῷον μὴ ἐγκαταλίπῃς, εἰς δὲ τὸν οἶκον τοῦ ἀδελφοῦ σου μὴ εἰσέλθῃς ἀτυχῶν· κρείσσων φίλος ἐγγὺς, ἢ ἀδελφὸς μακρὰν οἰκῶν.
11Σοφὸς γίνου υἱὲ, ἵνα σου εὐφραίνηται ἡ καρδία, καὶ ἀπόστρεψον ἀπὸ σοῦ ἐπονειδίστους λόγους.
12Πανοῦργος κακῶν ἐπερχομένων ἀπεκρύβη, ἄφρονες δὲ ἐπελθόντες ζημίαν τίσουσιν.
13Ἀφελοῦ τὸ ἱμάτιον αὐτοῦ, παρῆλθε γὰρ ὑβριστὴς, ὅστις τὰ ἀλλότρια λυμαίνεται.