5Κρείσσων σοφὸς ἰσχυροῦ, καὶ ἀνὴρ φρόνησιν ἔχων γεωργίου μεγάλου.
6Μετὰ κυβερνήσεως γίνεται πόλεμος, βοήθεια δὲ μετὰ καρδίας βουλευτικῆς.
7Σοφία καὶ ἔννοια ἀγαθὴ ἐν πύλαις σοφῶν· σοφοὶ οὐκ ἐκκλίνουσιν ἐκ στόματος Κυρίου,
8ἀλλὰ λογίζονται ἐν συνεδρίοις· ἀπαιδεύτοις συναντᾷ θάνατος,
9ἀποθνήσκει δὲ ἄφρων ἐν ἁμαρτίαις· ἀκαθαρσία δὲ ἀνδρὶ λοιμῷ,
10ἐμμολυνθήσεται ἐν ἡμέρᾳ κακῇ, καὶ ἐν ἡμέρᾳ θλίψεως ἕως ἂν ἐκλίπῃ.
11Ῥῦσαι ἀγομένους εἰς θάνατον, καὶ ἐκπρίου κτεινομένους, μὴ φείσῃ.
12Ἐὰν δὲ εἴπῃς, οὐκ οἶδα τοῦτον, γίνωσκε, ὅτι Κύριος καρδίας πάντων γινώσκει· καὶ ὁ πλάσας πνοὴν πᾶσιν, αὐτὸς οἶδε πάντα, ὃς ἀποδίδωσιν ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.
13Φάγε μέλι υἱὲ, ἀγαθὸν γὰρ κηρίον, ἵνα γλυκανθῇ σου ὁ φάρυγξ.
14Οὕτως αἰσθητήσῃ σοφίαν τῇ σῇ ψυχῇ· ἐὰν γὰρ εὕρῃς, ἔσται καλὴ ἡ τελευτή σου, καὶ ἐλπίς σε οὐκ ἐγκαταλείψει.
15Μὴ προσαγάγῃς ἀσεβῆ νομῇ δικαίων, μηδὲ ἀπατηθῇς χορτασίᾳ κοιλίας.
16Ἑπτάκις γὰρ πεσεῖται δίκαιος καὶ ἀναστήσεται, οἱ δὲ ἀσεβεῖς ἀσθενήσουσιν ἐν κακοῖς.