Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΠΑΡΟΙΜΙΑΙ - ΠΑΡΟΙΜΙΑΙ 19

ΠΑΡΟΙΜΙΑΙ 19:7-10

Help us?
Click on verse(s) to share them!
7Πᾶς ὃς ἀδελφὸν πτωχὸν μισεῖ, καὶ φιλίας μακρὰν ἔσται· ἔννοια ἀγαθὴ τοῖς εἰδόσιν αὐτὴν ἐγγιεῖ, ἀνὴρ δὲ φρόνιμος εὑρήσει αὐτήν· ὁ πολλὰ κακοποιῶν τελεσιουργεῖ κακίαν, ὃς δὲ ἐρεθίζει λόγους, οὐ σωθήσεται.
8Ὁ κτώμενος φρόνησιν ἀγαπᾷ ἑαυτὸν, ὃς δὲ φυλάσσει φρόνησιν, εὑρήσει ἀγαθά.
9Μάρτυς ψευδὴς οὐκ ἀτιμώρητος ἔσται, ὃς δʼ ἂν ἐκκαύσῃ κακίαν, ἀπολεῖται ὑπʼ αὐτῆς.
10Οὐ συμφέρει ἄφρονι τρυφὴ, καὶ ἐὰν οἰκέτης ἄρξηται μεθʼ ὕβρεως δυναστεύειν.

Read ΠΑΡΟΙΜΙΑΙ 19ΠΑΡΟΙΜΙΑΙ 19
Compare ΠΑΡΟΙΜΙΑΙ 19:7-10ΠΑΡΟΙΜΙΑΙ 19:7-10