Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΠΑΡΟΙΜΙΑΙ - ΠΑΡΟΙΜΙΑΙ 19

ΠΑΡΟΙΜΙΑΙ 19:4-8

Help us?
Click on verse(s) to share them!
4Πλοῦτος προστίθησι φίλους πολλοὺς, ὁ δὲ πτωχὸς καὶ ἀπὸ τοῦ ὑπάρχοντος φίλου λείπεται.
5Μάρτυς ψευδὴς οὐκ ἀτιμώρητος ἔσται, ὁ δὲ ἐγκαλῶν ἀδίκως οὐ διαφεύξεται.
6Πολλοὶ θεραπεύουσι πρόσωπα βασιλέων, πᾶς δὲ ὁ κακὸς γίνεται ὄνειδος ἀνδρί.
7Πᾶς ὃς ἀδελφὸν πτωχὸν μισεῖ, καὶ φιλίας μακρὰν ἔσται· ἔννοια ἀγαθὴ τοῖς εἰδόσιν αὐτὴν ἐγγιεῖ, ἀνὴρ δὲ φρόνιμος εὑρήσει αὐτήν· ὁ πολλὰ κακοποιῶν τελεσιουργεῖ κακίαν, ὃς δὲ ἐρεθίζει λόγους, οὐ σωθήσεται.
8Ὁ κτώμενος φρόνησιν ἀγαπᾷ ἑαυτὸν, ὃς δὲ φυλάσσει φρόνησιν, εὑρήσει ἀγαθά.

Read ΠΑΡΟΙΜΙΑΙ 19ΠΑΡΟΙΜΙΑΙ 19
Compare ΠΑΡΟΙΜΙΑΙ 19:4-8ΠΑΡΟΙΜΙΑΙ 19:4-8