12Πρὸ συντριβῆς ὑψοῦται καρδία ἀνδρὸς, καὶ πρὸ δόξης ταπεινοῦνται.
13Ὃς ἀποκρίνεται λόγον πρὶν ἀκοῦσαι, ἀφροσύνη αὐτῷ ἐστι καὶ ὄνειδος.
14Θυμὸν ἀνδρὸς πρᾳΰνει θεράπων φρόνιμος, ὀλιγόψυχον δὲ ἄνδρα τίς ὑποίσει;
15Καρδία φρονίμου κτᾶται αἴσθησιν, ὦτα δὲ σοφῶν ζητεῖ ἔννοιαν.
16Δόμα ἀνθρώπου ἐμπλατύνει αὐτὸν, καὶ παρὰ δυνάσταις καθιζάνει αὐτόν.
17Δίκαιος ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ, ὡς δʼ ἂν ἐπιβάλῃ ὁ ἀντίδικος ἐλέγχεται.
18Ἀντιλογίας παύει σιγηρὸς, ἐν δὲ δυναστείαις ὁρίζει.
19Ἀδελφὸς ὑπὸ ἀδελφοῦ βοηθούμενος, ὡς πόλις ὀχυρὰ καὶ ὑψηλὴ, ἰσχύει δὲ ὥσπερ τεθεμελιωμένον βασίλειον.
20Ἀπὸ καρπῶν στόματος ἀνὴρ πίμπλησι κοιλίαν αὐτοῦ, ἀπὸ δὲ καρπῶν χειλέων αὐτοῦ ἐμπλησθήσεται.