26Ἀνὴρ ἐν πόνοις πονεῖ ἑαυτῷ, καὶ ἐκβιάζεται τὴν ἀπώλειαν ἑαυτοῦ. Ὁ μέντοι σκολιὸς ἐπὶ τῷ ἑαυτοῦ στόματι φορεῖ τὴν ἀπώλειαν·
27ἀνὴρ ἄφρων ὀρύσσει ἑαυτῷ κακὰ, ἐπὶ δὲ τῶν ἑαυτοῦ χειλέων θησαυρίζει πῦρ.
28Ἀνὴρ σκολιὸς διαπέμπεται κακὰ, καὶ λαμπτῆρα δόλου πυρσεύσει κακοῖς, καὶ διαχωρίζει φίλους.
29Ἀνὴρ παράνομος ἀποπειρᾶται φίλων, καὶ ἀπάγει αὐτοὺς ὁδοὺς οὐκ ἀγαθάς.
30Στηρίζων δὲ ὀφθαλμοὺς αὐτοῦ διαλογίζεται διεστραμμένα, ὁρίζει δὲ τοῖς χείλεσιν αὐτοῦ πάντα τὰ κακά· οὗτος κάμινός ἐστι κακίας.
31Στέφανος καυχήσεως γῆρας, ἐν δὲ ὁδοῖς δικαιοσύνης εὑρίσκεται.