Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΠΑΡΟΙΜΙΑΙ - ΠΑΡΟΙΜΙΑΙ 15

ΠΑΡΟΙΜΙΑΙ 15:1-16

Help us?
Click on verse(s) to share them!
1Ὀργὴ ἀπόλλυσι καὶ φρονίμους, ἀπόκρισις δὲ ὑποπίπτουσα ἀποστρέφει θυμὸν, λόγος δὲ λυπηρὸς ἐγείρει ὀργάς.
2Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, στόμα δὲ ἀφρόνων ἀναγγέλλει κακά.
3Ἐν παντὶ τόπῳ ὀφθαλμοὶ Κυρίου σκοπεύουσι κακούς τε καὶ ἀγαθούς.
4Ἴασις γλώσσης δένδρον ζωῆς, ὁ δὲ συντηρῶν αὐτὴν πλησθήσεται πνεύματος.
5Ἄφρων μυκτηρίζει παιδείαν πατρὸς, ὁ δὲ φυλάσσων ἐντολὰς, πανουργότερος· ἐν πλεοναζούσῃ δικαιοσύνῃ ἰσχὺς πολλὴ, οἱ δὲ ἀσεβεῖς ὁλόῤῥιζοι ἐκ γῆς ἀπολοῦνται.
6Οἴκοις δικαίων ἰσχὺς πολλή, καρποὶ δὲ ἀσεβῶν ἀπολοῦνται.
7Χείλη σοφῶν δέδεται αἰσθήσει, καρδίαι δὲ ἀφρόνων οὐκ ἀσφαλεῖς.
8Θυσίαι ἀσεβῶν βδέλυγμα Κυρίῳ, εὐχαὶ δὲ κατευθυνόντων δεκταὶ παρʼ αὐτῷ.
9Βδέλυγμα Κυρίῳ ὁδοὶ ἀσεβοῦς, διώκοντας δὲ δικαιοσύνην ἀγαπᾷ.
10Παιδεία ἀκάκου γνωρίζεται ὑπὸ τῶν παριόντων, οἱ δὲ μισοῦντες ἐλέγχους τελευτῶσιν αἰσχρῶς.
11Ἅδης καὶ ἀπώλεια φανερὰ παρὰ τῷ Κυρίῳ· πῶς οὐχὶ καὶ αἱ καρδίαι τῶν ἀνθρώπων;
12Οὐκ ἀγαπήσει ἀπαίδευτος τοὺς ἐλέγχοντας αὐτόν, μετὰ δὲ σοφῶν οὐχ ὁμιλήσει.
13Καρδίας εὐφραινομένης πρόσωπον θάλλει, ἐν δὲ λύπαις οὔσης σκυθρωπάζει.
14Καρδία ὀρθὴ ζητεῖ αἴσθησιν, στόμα δὲ ἀπαιδεύτων γνώσεται κακά.
15Πάντα τὸν χρόνον οἱ ὀφθαλμοὶ τῶν κακῶν προσδέχονται κακὰ, οἱ δὲ ἀγαθοὶ ἡσυχάζουσι διαπαντός.
16Κρεῖσσον μικρὰ μερὶς μετὰ φόβου Κυρίου, ἢ θησαυροὶ μεγάλοι μετὰ ἀφοβίας.

Read ΠΑΡΟΙΜΙΑΙ 15ΠΑΡΟΙΜΙΑΙ 15
Compare ΠΑΡΟΙΜΙΑΙ 15:1-16ΠΑΡΟΙΜΙΑΙ 15:1-16