Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΠΑΡΟΙΜΙΑΙ - ΠΑΡΟΙΜΙΑΙ 14

ΠΑΡΟΙΜΙΑΙ 14:21-31

Help us?
Click on verse(s) to share them!
21Ὁ ἀτιμάζων πένητας ἁμαρτάνει, ἐλεῶν δὲ πτωχοὺς μακαριστός.
22Πλανώμενοι τεκταίνουσι κακά, ἔλεον δὲ καὶ ἀλήθειαν τεκταίνουσιν ἀγαθοί· οὐκ ἐπίστανται ἔλεον καὶ πίστιν τέκτονες κακῶν, ἐλεημοσύναι δὲ καὶ πίστεις παρὰ τέκτοσιν ἀγαθοῖς.
23Ἐν παντὶ μεριμνῶντι ἔνεστι περισσόν, ὁ δὲ ἡδὺς καὶ ἀνάλγητος ἐν ἐνδείᾳ ἔσται.
24Στέφανος σοφῶν πανοῦργος, ἡ δὲ διατριβὴ ἀφρόνων κακή.
25Ῥύσεται ἐκ κακῶν ψυχὴν μάρτυς πιστὸς, ἐκκαίει δὲ ψευδῆ δόλιος.
26Ἐν φόβῳ Κυρίου ἐλπὶς ἰσχύος, τοῖς δὲ τέκνοις αὐτοῦ καταλείπει ἔρεισμα.
27Πρόσταγμα Κυρίου πηγὴ ζωῆς, ποιεῖ δὲ ἐκκλίνειν ἐκ παγίδος θανάτου.
28Ἐν πολλῷ ἔθνει δόξα βασιλέως, ἐν δὲ ἐκλείψει λαοῦ συντριβὴ δυνάστου.
29Μακρόθυμος ἀνὴρ πολὺς ἐν φρονήσει, ὁ δὲ ὀλιγόψυχος ἰσχυρῶς ἄφρων.
30Πρᾳΰθυμος ἀνὴρ καρδίας ἰατρὸς, σὴς δὲ ὀστέων καρδία αἰσθητική·
31Ὁ συκοφαντῶν πένητα παροξύνει τὸν ποιήσαντα αὐτὸν, ὁ δὲ τιμῶν αὐτὸν ἐλεεῖ πτωχόν.

Read ΠΑΡΟΙΜΙΑΙ 14ΠΑΡΟΙΜΙΑΙ 14
Compare ΠΑΡΟΙΜΙΑΙ 14:21-31ΠΑΡΟΙΜΙΑΙ 14:21-31