Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΠΑΡΟΙΜΙΑΙ - ΠΑΡΟΙΜΙΑΙ 12

ΠΑΡΟΙΜΙΑΙ 12:16-22

Help us?
Click on verse(s) to share them!
16Ἄφρων αὐθημερὸν ἐξαγγέλλει ὀργὴν αὐτοῦ, κρύπτει δὲ τὴν ἑαυτοῦ ἀτιμίαν ἀνὴρ πανοῦργος.
17Ἐπιδεικνυμένην πίστιν ἀπαγγέλλει δίκαιος, ὁ δὲ μάρτυς τῶν ἀδίκων δόλιος.
18Εἰσὶν οἳ λέγοντες τιτρώσκουσι, μάχαιραι· γλῶσσαι δὲ σοφῶν ἰῶνται.
19Χείλη ἀληθινὰ κατορθοῖ μαρτυρίαν, μάρτυς δὲ ταχὺς γλῶσσαν ἔχει ἄδικον.
20Δόλος ἐν καρδίᾳ τεκταινομένου κακὰ, οἱ δὲ βουλόμενοι εἰρήνην εὐφρανθήσονται.
21Οὐκ ἀρέσει τῷ δικαίῳ οὐδὲν ἄδικον, οἱ δὲ ἀσεβεῖς πλησθήσονται κακῶν.
22Βδέλυγμα Κυρίῳ χείλη ψευδῆ, ὁ δὲ ποιῶν πίστεις δεκτὸς παρʼ αὐτῷ.

Read ΠΑΡΟΙΜΙΑΙ 12ΠΑΡΟΙΜΙΑΙ 12
Compare ΠΑΡΟΙΜΙΑΙ 12:16-22ΠΑΡΟΙΜΙΑΙ 12:16-22