1Ζυγοί δόλιοι βδέλυγμα ἐνώπιον Κυρίου, στάθμιον δὲ δίκαιον δεκτὸν αὐτῷ.
2Οὗ ἐὰν εἰσέλθῃ ὕβρις, ἐκεῖ καὶ ἀτιμία· στόμα δὲ ταπεινῶν μελετᾷ σοφίαν.
3Ἀποθανὼν δίκαιος ἔλιπε μετάμελον, πρόχειρος δὲ γίνεται καὶ ἐπίχαρτος ἀσεβῶν ἀπώλεια.
5Δικαιοσύνη ἀμώμους ὀρθοτομεῖ ὁδοὺς, ἀσέβεια δὲ περιπίπτει ἀδικίᾳ.
6Δικαιοσύνη ἀνδρῶν ὀρθῶν ῥύεται αὐτούς, τῇ δὲ ἀπωλείᾳ αὐτῶν ἁλίσκονται παράνομοι.
7Τελευτήσαντος ἀνδρὸς δικαίου, οὐκ ὄλλυται ἐλπίς, τὸ δὲ καύχημα τῶν ἀσεβῶν ὄλλυται.
8Δίκαιος ἐκ θήρας ἐκδύνει, ἀντʼ αὐτοῦ δὲ παραδίδοται ὁ ἀσεβής.
9Ἐν στόματι ἀσεβῶν παγὶς πολίταις, αἴσθησις δὲ δικαίων εὔοδος.
10Ἐν ἀγαθοῖς δικαίων κατώρθωσε πόλις,
11στόμασι δὲ ἀσεβῶν κατεσκάφη.
12Μυκτηρίζει πολίτας ἐνδεὴς φρενῶν, ἀνὴρ δὲ φρόνιμος ἡσυχίαν ἄγει.
13Ἀνὴρ δίγλωσσος ἀποκαλύπτει βουλὰς ἐν συνεδρίῳ, πιστὸς δὲ πνοῇ κρύπτει πράγματα.
14Οἷς μὴ ὑπάρχει κυβέρνησις, πίπτουσιν ὥσπερ φύλλα, σωτηρία δὲ ὑπάρχει ἐν πολλῇ βουλῇ.
15Πονηρὸς κακοποιεῖ ὅταν συνμίξῃ δικαίῳ, μισεῖ δὲ ἦχον ἀσφαλείας.
16Γυνὴ εὐχάριστος ἐγείρει ἀνδρὶ δόξαν, θρόνος δὲ ἀτιμίας γυνὴ μισοῦσα δίκαια· πλούτου ὀκνηροὶ ἐνδεεῖς γίνονται, οἱ δὲ ἀνδρεῖοι ἐρείδονται πλούτῳ.
17Τῇ ψυχῇ αὐτοῦ ἀγαθὸν ποιεῖ ἀνὴρ ἐλεήμων, ἐξολλύει δὲ αὐτοῦ σῶμα ὁ ἀνελεήμων.
18Ἀσεβὴς ποιεῖ ἔργα ἄδικα, σπέρμα δὲ δικαίων μισθὸς ἀληθείας.
19Υἱὸς δίκαιος γεννᾶται εἰς ζωὴν, διωγμὸς δὲ ἀσεβοῦς εἰς θάνατον.
20Βδέλυγμα Κυρίῳ διεστραμμέναι ὁδοὶ, προσδεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ταῖς ὁδοῖς αὐτῶν.
21Χειρὶ χεῖρας ἐμβαλὼν ἀδίκως οὐκ ἀτιμώρητος ἔσται, ὁ δὲ σπείρων δικαιοσύνην λήψεται μισθὸν πιστόν.
22Ὥσπερ ἐνώτιον ἐν ῥινὶ ὑός, οὕτως γυναικὶ κακόφρονι κάλλος.
23Ἐπιθυμία δικαίων πᾶσα ἀγαθὴ, ἐλπὶς δὲ ἀσεβῶν ἀπολεῖται.
24Εἰσὶν, οἳ τὰ ἴδια σπείροντες πλείονα ποιοῦσιν· εἰσὶδέ καὶ οἳ συνάγοντες ἐλαττονοῦνται.
25Ψυχὴ εὐλογουμένη πᾶσα ἁπλῇ, ἀνὴρ δὲ θυμώδης οὐκ εὐσχήμων.
26Ὁ συνέχων σῖτον ὑπολείποιτο αὐτὸν τοῖς ἔθνεσιν· εὐλογία δὲ εἰς κεφαλὴν τοῦ μεταδιδόντος.
27Τεκταινόμενος ἀγαθὰ ζητεῖ χάριν ἀγαθὴν, ἐκζητοῦντα δὲ κακὰ καταλήψεται αὐτόν.
28Ὁ πεποιθὼς ἐπὶ πλούτῳ οὗτος πεσεῖται, ὁ δὲ ἀντιλαμβανόμενος δικαίων οὗτος ἀνατελεῖ.