Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΜΑΚΚΑΒΑΙΩΝ Δʹ

ΜΑΚΚΑΒΑΙΩΝ Δʹ 14

Help us?
Click on verse(s) to share them!
1Προσέτι καὶ ἐπὶ τὸν αἰκισμὸν ἐποτρύνοντες, ὡς μὴ μόνον τῶν ἀλγηδόνων περιφρονῆσαι αὐτοὺς, ἀλλὰ καὶ τῆς τῶν ἀδελφῶν φιλαδελφίας παθῶν κρατῆσαι.
2Ὦ βασιλέως λογισμοὶ βασιλικώτεροι καὶ ἐλευθέρων ἐλευθερώτεροι.
3Ἱερὰς καὶ ἐναρμόστους περὶ τῆς εὐσεβείας τῶν ἑπτὰ ἀδελφῶν συμφωνίας.
4Οὐδεὶς ἐκ τῶν ἑπτὰ μειρακίων ἐδειλίασεν, οὐδὲ πρὸς τὸν θάνατον ὤκνησεν.
5Ἀλλὰ πάντες, ὥσπερ ἐπʼ ἀθανασίας ὁδὸν τρέχοντες, ἐπὶ τὸν διὰ τῶν βασάνων θάνατον ἔσπευδον.
6Καθάπερ γὰρ χεῖρες καὶ πόδες συμφώνως τοῖς τῆς ψυχῆς ἀφηγήμασιν κινοῦνται· οὕτως οἱ ἱεροὶ μείρακες ἐκεῖνοι ὡς ὑπὸ ψυχῆς ἀθανάτου τῆς εὐσεβείας, πρὸς τὸν ὑπὲρ αὐτῆς συνεφώνησαν θάνατον.
7Ὦ παναγία ἡ συμφώνον ἀδελφῶν ἐβδομάς· καθάπερ γὰρ ἑπτὰ τῆς κοσμοποιΐας ἡμέραι περὶ τὴν εὐσέβειαν,
8οὕτος περὶ τὴν ἑβδομάδα χορεύοντες οἱ μείρακες ἐκύκλουν τὸν τῶν βασάνων φόβον καταλύοντες.
9Νῦν ἡμεῖς ἀκούοντες τῆν θλίψιν τῶν νεανίων ἐκείνων, φρίττομεν· οἱ δὲ οὐ μόνον ὁρῶντες, ἀλλʼ οὐδὲ μόνον ἀκούοντες τὸν παραχρῆμα ἀπειλῆς λόγον, ἀλλὰ καὶ πάσχοντες, ἐκαρτέρουν καὶ τοῦτο ταῖς διὰ πυρὸς ὀδύναις.
10Ὧν τί γένοιτο ἐπαλγέστερον; ὀξεῖα γὰρ καὶ σύντομος ἡ τοῦ πυρὸς οὖσα δύναμις, ταχέως διέλυσε τὰ σώματα.
11Καὶ μὴ θαυμαστὸν ἡγεῖσθε, εἰ ὁ λογισμὸς περιεκράτησεν τῶν ἀνδρῶν ἐκείνων ἐν ταῖς βασάνοις, ὅπου γε καὶ γυναικὸς νοῦς πολυτροπωτέρον ὑπερεφρόνησεν ἀλγηδόνων.
12Ἡ μήτηρ γὰρ τῶν ἑπτὰ νεανίσκων ὑπήνεγκεν τὰς ἐφʼ ἑνὶ ἐκάστῳ τῶν τέκνων στρέβλας.
13Θεωρεῖτε δὲ πῶς πολύπλοκός ἐστιν ἡ τῆς φιλοτεκνίας στοργὴ, ἕλκουσα πάντα πρὸς τὴν τῶν σπλάγχνων συμπάθειαν.
14Ὅπου γε καὶ τὰ ἄλογα ζῶα ὁμοίαν τὴν πρὸς τὰ ἐξ αὐτῶν γεννώμενα συμπάθειαν καὶ στοργὴν ἔχει τοῖς ἀνθρώποις.
15Καὶ γὰρ τῶν πετεινῶν, τὰ μὲν ἥμερα κατὰ τὰς οἰκίας ὀροφοιτοῦντα προασπίζει τῶν νεοττῶν.
16Τὰ δὲ κατὰ τὰς κορυφὰς ὀρέων καὶ φαράγγων ἀποῤῥῶγας καὶ δένδρων ὀπὰς καὶ τὰς τούτων ἄκρας νοσσοποιησάμενα ἀποτίκτει, καὶ τὸν προσιόντα κωλύει.
17Εἰ δὲ καὶ μὴ δύναιντο κωλύειν, περιπτάμενα κυκλόθεν αὐτῶν ἀλγοῦντα τῇ στοργῇ, ἀνακαλούμενα τῇ ἰδίᾳ φωνῇ, καθʼ ὃν δύναται τρόπον βοηθεῖ τοῖς τέκνοις.
18Καὶ τί δεῖ τὴν διὰ τῶν ἀλόγων ζώων ἐπιδεικνύναι τὴν πρὸς τὰ τέκνα συμπάθειαν.

19Ὅπου γε καὶ μέλισσαι περὶ τὸν τῆς κηρογονίας καιρὸν ἐπαμύνονται τοὺς προσιόντας, καὶ καθάπερ σιδήρῳ τῷ κέντρῳ πλήσσουσι τοὺς προσιόντας τῇ νοσσιᾷ αὐτῶν, καὶ ἐπαμύνονται ἕως θανάτου.
20Ἀλλʼ οὐχὶ τὴν Ἁβραὰμ ὁμόψυχον τῶν νεανίων μητέρα μετεκίνησεν συμπάθεια τῆς συμπαθείας τέκνων.