Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΜΑΚΚΑΒΑΙΩΝ Γʹ

ΜΑΚΚΑΒΑΙΩΝ Γʹ 1

Help us?
Click on verse(s) to share them!
1Ὁ ΔΕ Φιλοπάτωρ μαθὼν παρὰ τῶν ἀνακομισθέντων τὴν γενομένην τῶν ἐπʼ αὐτοῦ κρατουμένων τόπων ἀφαίρεσιν ὑπὸ Ἀντιόχου, παραγγείλας ταῖς πάσαις δυνάμεσι πεζικαῖς τε καὶ ἱππικαῖς αὐτοῦ, καὶ τὴν ἀδελφὴν Ἀρσινόην συμπαραλαβὼν, ἐξώρμησε μέχρι τῶν κατὰ Ῥαφίαν τόπων, ὅπου παρεμβεβλήκεισαν οἱ περὶ Ἀντίοχον.
2Θεόδοτος δέ τις ἐκπληρῶσαι τὴν ἐπιβουλὴν διανοηθεὶς, παραλαβὼν τῶν προϋποτεταγμένων αὐτῷ ὅπλων Πτολεμαϊκῶν τὰ κράτιστα, διεκομίσθη νύκτωρ ἐπὶ τὴν τοῦ Πτολεμαίου σκηνὴν, ὡς μόνος κτεῖναι αὐτὸν, καὶ ἐν τούτῳ διαλῦσαι τὸν πόλεμον.
3Τοῦτον δὲ διαγαγὼν Δωσίθεος ὁ Δριμύλου λεγόμενος, τὸ γένος Ἰουδαῖος, ὕστερον δὲ μεταβαλὼν τὰ νόμιμα, καὶ τῶν πατρίων δογμάτων ἀπηλλοτριωμένος, ἄσημόν τινα κατέκλινεν ἐν τῇ σκηνῇ, ὃν συνέβη κομίσασθαι τὴν ἐκείνου κόλασιν.
4Γενομένης δὲ καρτερᾶς μάχης, καὶ τῶν πραγμάτων μᾶλλον ἐῤῥωμένων τῷ Ἀντιόχῳ, ἱκανῶς ἡ Ἀρσινόη ἐπιπορευσαμένη τὰς δυνάμεις παρεκάλει, μετὰ οἴκτου καὶ δακρύων, τοὺς πλοκάμους λελυμένη, βοηθεῖν ἑαυτοῖς τε καὶ τοῖς τέκνοις καὶ γυναιξὶ θαῤῥαλέως, ἐπαγγελλομένη δώσειν νικήσασιν ἑκάστῳ δύο μνᾶς χρυσίου.
5Καὶ οὕτω συνέβη τοὺς ἀντιπάλους ἐν χειρονομίαις διαφθαρῆναι, πολλοὺς δὲ καὶ δορυαλώτους συλληφθῆναι
6Κατακρατήσας δὲ τῆς ἐπιβουλῆς ἔκρινε τὰς πλησίον πόλεις ἐπελθὼν παρακαλέσαι.
7Ποιήσας δὲ τοῦτο, καὶ τοῖς τεμένεσι δωρεὰς ἀπονείμας, εὐθαρσεῖς τοὺς ὑποτεταγμένους κατέστησε.
8Τῶν δὲ Ἰουδαίων διαπεμψαμένων πρὸς αὐτὸν ἀπὸ τῆς γερουσίας καὶ τῶν πρεσβυτέρων τοὺς ἀσπασομένους αὐτὸν. Καὶ ξένια κομιοῦντας, καὶ ἐπὶ τοῖς συμβεβηκόσι συγχαρησομένους, συνέβη μᾶλλον αὐτὸν προθυμηθῆναι ὡς τάχιστα πρὸς αὐτοὺς παραγενέσθαι.
9Διακομισθεὶς δὲ εἰς Ἱεροσόλυμα, καὶ θύσας τῷ μεγίστῳ Θεῷ, καὶ χάριτας ἀποδιδοὺς, καὶ τῶν ἑξῆς τι τῷ τόπῳ ποιήσας, καὶ δὴ παραγενόμενος εἰς τὸν τόπον, καὶ τῇ σπουδαιότητι καὶ εὐπρεπείᾳ καταπλαγείς,
10θαυμάσας δὲ καὶ τὴν τοῦ ἱεροῦ εὐταξίαν, ἐνεθυμήθη βουλεύσασθαι εἰσελθεῖν εἰς τὸν ναόν.
11Τῶν δὲ εἰπόντων μὴ καθήκειν γίνεσθαι τοῦτο, διὰ τὸ μηδὲ τοῖς ἐκ τοῦ ἔθνους ἐξεῖναι εἰσιέναι, μηδὲ πᾶσι τοῖς ἱερεῦσιν, ἀλλʼ ἢ μονῳ τῷ προηγουμένῳ πάντων ἀρχιερεῖ, καὶ τούτῳ ἅπαξ κατʼ ἐνιαυτὸν, οὐδαμῶς ἠβούλετο πείθεσθαι.
12Τοῦ τε νόμου παραναγνωσθέντος, οὐδαμῶς ἀπέλιπε προφερόμενος ἑαυτὸν, δεῖν εἰσελθεῖν, λέγων, καὶ εἰ ἐκεῖνοι ἐστέρηνται ταύτης τῆς τιμῆς, ἐμὲ οὺ δεῖ.
13Καὶ ἐπυνθάνετο, διὰ τίνα αἰτίαν εἰσερχόμενον αὐτὸν εἰς πᾶν τέμενος, οὐθεὶς ἐλώλυσε τῶν παρόντων.
14Καί τις ἀπρονοήτως ἔφη κακῶς αὐτὸ τοῦτο τερατεύεσθαι.
15Γενομένου δέ φησι τούτου διά τινα αἰτίαν, οὐχὶ πάντως εἰσελεύσεσθαι καὶ θελόντων αὐτῶν καὶ μή;
16Τῶν δὲ ἱερέων ἐν ταῖς ἁγίαις ἐσθήσεσι προπεσόντων, καὶ δεομένων τοῦ μεγίστου Θεοῦ βοηθεῖν τῇ ἐνεστώσῃ ἀνάγκῃ, καί τὴν ὁρμὴν τοῦ κακῶς ἐπιβαλλομένου μεταθεῖναι, κραυγῆς τε μετὰ δακρύων τὸ ἱερὸν ἐμπλησάνων,
17οἱ κατὰ τὴν πόλιν ἀπολιπόμενοι, ταραχθέντες ἐξεπήδησαν, ἄδηλον τιθέμενοι τὸ γινόμενον.
18Αἵ τε κατάκλειστοι παρθένοι ἐν θαλάμοις σὺν ταῖς τεκούσαις ἐξώρμησαν· καὶ σποδῷ καὶ κόνει τὰς κεφαλὰς πασάμεναι, γόων τε καὶ στεναγμῶν τὰς πλατείας ἐνεπίμπλων.

19Αἱ δὲ καὶ προσαρτίως ἐσταλμέναι, τοὺς πρὸς ἀπάντησιν διατεταγμένους παστοὺς, καὶ τὴν ἁρμόζουσαν αἰδὼ παραλείπουσαι, δρόμον ἄτακτον ἐν τῇ πόλει συνίσταντο.
20Τὰ δὲ νεογνὰ τῶν τέκνων, αἵ τε πρὸς τούτοις μητέρες καὶ τιθηνοὶ παραλιποῦσαι ἄλλως καὶ ἄλλως, αἱ μὲν κατʼ οἴκους, αἱ δὲ κατὰ τὰς ἀγυιὰς ἀνεπιτρέπτως εἰς τὸ πανυπέρτατον ἱερὸν ἠθροίζοντο.
21Ποικίλη δὲ ἦν τῶν εἰς τοῦτο συλλεγομένων ἡ δέησις ἐπὶ τοῖς ἀνοσίως ὑπʼ ἐκείνου κατεγχειρουμένοις.
22Σύν τε τούτοις οἱ τῶν πολιτῶν θρασυνθέντες οὐκ ἠνείχοντο τέλεον αὐτοῦ ἐπικειμένου, καὶ τὸ τῆς προθέσεως αὐτοῦ ἐκπληροῦν διανοουμένου.
23Θωνήσαντες δὲ τὴν ὁρμὴν ἐπὶ τὰ ὅπλα ποιήσασθαι, καὶ θαῤῥαλέως ὑπὲρ τοῦ πατρῴου νόμου τελευτᾷν, ἱκανὴν ἐποίησαν ἐν τῷ τόπῳ τραχύτητα, μόλις τε ὑπό τε τῶν γεραιῶν καὶ τῶν πρεσβυτέρων ἀποτραπέντες ἐπὶ τὴν αὐτὴν τῆς δεήσεως ἔστησαν στάσιν.
24Καὶ τὸ μὲν πλῆθος, ὡς ἔμπροσθεν, ἐν τούτοις ἀνεστρέφετο δεόμενον.
25Οἱ δὲ περὶ τὸν βασιλέα πρεσβύτεροι πολλαχῶς ἐπειρῶντο τὸν ἀγέρωχον αὐτοῦ νοῦν ἐξιστάνειν τῆς ἐντεθυμημένης βουλῆς.
26Θρασυνθεὶς δὲ καὶ πάντα παραπέμψας, ἤδη καὶ πρόσβασιν ἀποιεῖτο, τέλος ἐπιθήσειν δοκῶν τῷ προειρημένῳ.
27Ταῦτʼ οὖν καὶ οἱ περὶ αὐτὸν ὄντες θεωροῦντες, ἐτράπησαν εἰς τὸ σὺν τοῖς ἡμετέροις ἐπικαλεῖσθαι τὸν πᾶν κράτος ἔχοντα, τοῖς παροῦσιν ἐπαμῦναι, μὴ περιδόντα τὴν ἄνομον καὶ ὑπερήφανον πρᾶξιν.
28Ἐκ δὲ τῆς πυκνοτάτης τε καὶ ἐμπόνου τῶν ὄχλων συναγομένης κραυγῆς, ἀνείκαστός τις ἦν βοή.
29Δοκεῖν γὰρ ἦν μὴ μόνον τοὺς ἀνθρώπους, ἀλλὰ καὶ τὰ τείχη καὶ τὸ πᾶν ἔδαφος ἠχεῖν, ἅτε δὴ τῶν πάντων τότε θάνατον ἀλλασσομένων ἀντὶ τῆς τοῦ τόπου βεβηλώσεως.