Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΛΕΥΙΤΙΚΟΝ - ΛΕΥΙΤΙΚΟΝ 8

ΛΕΥΙΤΙΚΟΝ 8:25-32

Help us?
Click on verse(s) to share them!
25Καὶ ἀπὸ τοῦ κανοῦ τῆς τελειώσεως, τοῦ ὄντος ἔναντι Κυρίου, καὶ ἔλαβεν ἄρτον ἕνα ἄζυμον, καὶ ἄρτον ἐξ ἐλαίου ἕνα, καὶ λάγανον ἓν, καὶ ἐπέθηκεν ἐπὶ τὸ στέαρ, καὶ τὸν βραχίονα τὸν δεξιόν.
26Καὶ ἐπέθηκεν ἅπαντα ἐπὶ τὰς χεῖρας Ἀαρὼν, καὶ ἐπὶ τὰς χεῖρας τῶν υἱῶν αὐτοῦ, καὶ ἀνήνεγκεν αὐτὰ ἀφαίρεμα ἔναντι Κυρίου.
27Καὶ ἔλαβε Μωυσῆς ἀπὸ τῶν χειρῶν αὐτῶν, καὶ ἀνήνεγκεν αὐτὰ Μωυσῆς ἐπὶ τὸ θυσιαστήριον, ἐπὶ τὸ ὁλοκαύτωμα τῆς τελειώσεως, ὅ ἐστι ὀσμὴ εὐωδίας· κάρπωμά ἐστιν τῷ Κυρίῳ.
28Καὶ λαβὼν Μωυσῆς τὸ στηθύνιον, ἀφεῖλεν αὐτὸ ἐπίθεμα ἔναντι Κυρίου, ἀπὸ τοῦ κριοῦ τῆς τελειώσεως· καὶ ἐγένετο Μωυσῇ ἐν μεριδι, καθὰ ἐνετείλατο Κύριος τῷ Μωυσῇ.
29Καὶ ἔλαβε Μωυσῆς ἀπὸ τοῦ ἐλαίου τῆς χρίσεως, καὶ ἀπὸ τοῦ αἵματος τοῦ ἐπὶ τοῦ θυσιαστηρίου, καὶ προσέῤῥνεν ἐπὶ Ἀαρὼν, καὶ τὰς στολὰς αὐτοῦ, καὶ τοὺς υἱοὺς αὐτοῦ, καὶ τὰς στολὰς τῶν υἱῶν αὐτοῦ μετʼ αὐτοῦ.
30Καὶ ἡγίασεν Ἀαρὼν, καὶ τὰς στολάς αὐτοῦ, καὶ τοὺς υἱοὺς αὐτοῦ, καὶ τὰς στολὰς τῶν υἱῶν αὐτοῦ μετʼ αὐτοῦ.
31Καὶ εἶπε Μωυσῆς πρὸς Ἀαρὼν, καὶ τοὺς υἱοὺς αὐτοῦ, ἑψήσατε τὰ κρέα ἐν τῇ αὐλῇ τῆς σκηνῆς τοῦ μαρτυρίου ἐν τόπῳ ἁγίῳ· καὶ ἐκεῖ φάγεσθε αὐτὰ, καὶ τοὺς ἄρτους τοὺς ἐν τῷ κανῷ τῆς τελειώσεως, ὃν τρόπον συντέτακταί μοι, λέγων, Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ φάγονται αὐτά.
32Καὶ τὸ καταλειφθὲν τῶν κρεῶν καὶ τῶν ἄρτων ἐν πυρὶ κατακαύσατε.

Read ΛΕΥΙΤΙΚΟΝ 8ΛΕΥΙΤΙΚΟΝ 8
Compare ΛΕΥΙΤΙΚΟΝ 8:25-32ΛΕΥΙΤΙΚΟΝ 8:25-32