Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΛΕΥΙΤΙΚΟΝ - ΛΕΥΙΤΙΚΟΝ 23

ΛΕΥΙΤΙΚΟΝ 23:12-44

Help us?
Click on verse(s) to share them!
12Καὶ ποιήσετε ἐν τῇ ἡμέρᾳ ἐν ᾗ ἂν φέρητε τὸ δράγμα, πρόβατον ἄμωμον ἐνιαύσιον εἰς ὁλοκαύτωμα τῷ Κυρίῳ.
13Καὶ τὴν θυσίαν αὐτοῦ δύο δέκατα σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ· θυσία τῷ Κυρίῳ, ὀσμὴ εὐωδίας Κυρίῳ· καὶ σπονδὴν αὐτοῦ τὸ τέταρτον τοῦ ἳν οἴνου.
14Καὶ ἄρτον, καὶ πεφρυγμένα χίδρα νέα οὐ φάγεσθε ἕως εἰς αὐτὴν τὴν ἡμέραν ταύτην, ἕως ἂν προσενέγκητε ὑμεῖς τὰ δῶρα τῷ Θεῷ ὑμῶν· νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν ἐν πάσῃ κατοικίᾳ ὑμῶν.
15Καὶ ἀριθμήσετε ὑμῖν ἀπὸ τῆς ἐπαύριον τῶν σαββάτων, ἀπὸ τῆς ἡμέρας ἧς ἂν προσενέγκητε τὸ δράγμα τοῦ ἐπιθέματος, ἑπτὰ ἑβδομάδας ὁλοκλήρους,
16ἕως τῆς ἐπαύριον τῆς ἐσχάτης ἑβδομάδος ἀριθμήσετε πεντήκοντα ἡμέρας, καὶ προσοίσετε θυσίαν νέαν τῷ Κυρίῳ.
17Ἀπὸ τῆς κατοικίας ὑμῶν προσοίσετε ἄρτους ἐπίθεμα, δύο ἄρτους· ἐκ δύο δεκάτων σεμιδάλεως ἔσονται, ἐζυμωμένοι πεφθήσονται πρωτογεννημάτων τῷ Κυρίῳ.
18Καὶ προσάξετε μετὰ τῶν ἄρτων ἑπτὰ ἀμνοὺς ἀμώμους ἐνιαυσίους, καὶ μόσχον ἕνα ἐκ βουκολίου, καὶ κριοὺς δύο ἀμώμους, καὶ ἔσονται ὁλοκαύτωμα τῷ Κυρίῳ· καὶ αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν θυσία ὀσμὴ εὐωδίας τῷ Κυρίῳ.
19Καὶ ποιήσουσι χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας, καὶ δύο ἀμνοὺς ἐνιαυσίους εἰς θυσίαν σωτηρίου μετὰ τῶν ἄρτων τοῦ πρωτογεννήματος.
20Καὶ ἐπιθήσει αὐτὰ ὁ ἱερεὺς μετὰ τῶν ἄρτων τοῦ πρωτογεννήματος ἐπίθεμα ἐναντίον Κυρίου μετὰ τῶν δύο ἀμνῶν, ἅγια ἔσονται τῷ Κυρίῳ· τῷ ἱερεῖ τῷ προσφέροντι αὐτὰ αὐτῷ ἔσται.
21Καὶ καλέσετε ταύτην τὴν ἡμέραν κλητήν· ἁγία ἔσται ὑμῖν· πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε ἐν αὐτῇ· νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν ἐν πάσῃ τῇ κατοικίᾳ ὑμῶν.
22Καὶ ὅταν θερίζητε τὸν θερισμὸν τῆς γῆς ὑμῶν, οὐ συντελέσετε τὸ λοιπὸν τοῦ θερισμοῦ τοῦ ἀγροῦ σου ἐν τῷ θερίζειν σε, καὶ τὰ ἀποπίπτοντα τοῦ θερισμοῦ σου οὐ συλλέξεις· τῷ πτωχῷ καὶ τῷ προσηλύτῳ ὑπολείψεις αὐτά· ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν.
23Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων,
24λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, λέγων, τοῦ μηνὸς τοῦ ἐβδόμου μιᾷ τοῦ μηνὸς ἔσται ὑμῖν ἀνάπαυσις, μνημόσυνον σαλπίγγων· κλητὴ ἁγία ἔσται ὑμῖν·
25Πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε· καὶ προσάξετε ὁλοκαύτωμα Κυρίῳ.
26Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων,
27καὶ τῇ δεκάτῃ τοῦ μηνὸς τοῦ ἐβδόμου τούτου, ἡμέρα ἐξιλασμοῦ, κλητὴ ἁγία ἔσται ὑμῖν· καὶ ταπεινώσετε τὰς ψυχὰς ὑμῶν, καὶ προσάξετε ὁλοκαύτωμα τῷ Κυρίῳ.
28Πᾶν ἔργον οὐ ποιήσετε ἐν αὐτῇ τῇ ἡμέρᾳ ταύτῃ· ἔστι γὰρ ἡμέρα ἐξιλασμοῦ αὕτη ὑμῖν, ἐξιλάσασθαι περὶ ὑμῶν ἔναντι Κυρίου τοῦ Θεοῦ ὑμῶν.
29Πᾶσα ψυχὴ, ἥτις μὴ ταπεινωθήσεται ἐν αὐτῇ τῇ ἡμέρᾳ ταύτῃ, ἐξολοθρευθήσεται ἐκ τοῦ λαοῦ αὐτῆς.
30Καὶ πᾶσα ψυχὴ, ἥτις ποιήσει ἔργον ἐν αὐτῇ τῇ ἡμέρᾳ ταύτῃ, ἀπολεῖται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς.
31Πᾶν ἔργον οὐ ποιήσετε· νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν ἐν πάσαις κατοικίαις ὑμῶν.
32Σάββατα σαββάτων ἔσται ὑμῖν· καὶ ταπεινώσετε τὰς ψυχὰς ὑμῶν· ἀπὸ ἐνάτης τοῦ μηνὸς, ἀπὸ ἑσπέρας ἕως ἑσπέρας σαββατιεῖτε τὰ σάββατα ὑμῶν.
33Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων,
34λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, λέγων, τῇ πεντεκαιδεκάτῃ τοῦ μηνὸς τοῦ ἐβδόμου τούτου, ἑορτὴ σκηνῶν ἑπτὰ ἡμέρας τῷ Κυρίῳ.
35Καὶ ἡ ἡμέρα ἡ πρώτη κλητὴ ἁγία· πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε.
36Ἑπτὰ ἡμέρας προσάξετε ὁλοκαυτώματα τῷ Κυρίῳ, καὶ ἡ ἡμέρα ἡ ὀγδόη κλητὴ ἁγία ἔσται ὑμῖν· καὶ προσάξετε ὁλοκαυτώματα Κυρίῳ· ἐξόδιόν ἐστι· πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε.
37Αὗται ἑορταὶ Κυρὶῳ, ἃς καλέσετε κλητὰς ἁγίας, ὥστε προσενέγκαι καρπώματα τῷ Κυρίῳ, ὁλοκαυτώματα καὶ θυσίας αὐτῶν, καὶ σπονδὰς αὐτῶν τὸ καθʼ ἡμέραν εἰς ἡμέραν·
38πλὴν τῶν σαββάτων Κυρίου, καὶ πλὴν τῶν δομάτων ὑμῶν, καὶ πλὴν πασῶν τῶν εὐχῶν ὑμῶν, καὶ πλὴν τῶν ἐκουσίων ὑμῶν, ἃ ἂν δώτε τῷ Κυρίῳ.
39Καὶ ἐν τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τοῦ ἑβδόμου τούτου, ὅταν συντελέσητε τὰ γεννήματα τῆς γῆς, ἑορτάσατε τῷ Κυρίῳ ἑπτὰ ἡμέρας· τῇ ἡμέρᾳ τῇ πρώτῃ ἀνάπαυσις, καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἀνάπαυσις.
40Καὶ λήψεσθε τῇ ἡμέρᾳ τῇ πρώτῃ καρπὸν ξύλου ὡραῖου, καὶ κάλλυνθρα φοινίκων, καὶ κλάδους ξύλου δασεῖς, καὶ ἰτέας, καὶ ἄγνου κλάδους ἐκ χειμάῤῥου, εὐφρανθῆναι ἔναντι Κυρίου τοῦ Θεοῦ ὑμῶν ἑπτὰ ἡμέρας τοῦ ἐνιαυτοῦ.
41Νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν· ἐν τῷ μηνὶ τῷ ἑβδόμῳ ἑορτάσετε αὐτήν.
42Ἐν σκηναῖς κατοικήσετε ἑπτὰ ἡμέρας· πᾶς ὁ αὐτόχθων ἐν Ἰσραὴλ κατοικήσει ἐν σκηναῖς,
43ὅπως ἴδωσιν αἱ γενεαὶ ὑμῶν, ὅτι ἐν σκηναῖς κατῴκισα τοὺς υἱοὺς Ἰσραὴλ, ἐν τῷ ἐξαγαγεῖν με αὐτοὺς ἐκ γῆς Αἰγύπτου· ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν.
44Καὶ ἐλάλησε Μωυσῆς τὰς ἑορτὰς Κυρίου τοῖς υἱοῖς Ἰσραήλ.

Read ΛΕΥΙΤΙΚΟΝ 23ΛΕΥΙΤΙΚΟΝ 23
Compare ΛΕΥΙΤΙΚΟΝ 23:12-44ΛΕΥΙΤΙΚΟΝ 23:12-44