Text copied!
CopyCompare
Η Καινή Διαθήκη - ΚΑΤΑ ΛΟΥΚΑΝ - ΚΑΤΑ ΛΟΥΚΑΝ 8

ΚΑΤΑ ΛΟΥΚΑΝ 8:45-51

Help us?
Click on verse(s) to share them!
45Καὶ εἶπεν ὁ Ἰησοῦς, «Τίς ὁ ἁψάμενός μου;» Ἀρνουμένων δὲ πάντων, εἶπεν ὁ Πέτρος καὶ οἱ μετ᾿ αὐτοῦ· «Ἐπιστάτα, οἱ ὄχλοι συνέχουσίν σε καὶ ἀποθλίβουσιν, καὶ λέγεις, ‹Τίς ὁ ἁψάμενός μου;› »
46Ὁ δὲ Ἰησοῦς εἶπεν, «Ἥψατό μού τις, ἐγὼ γὰρ ἔγνων δύναμιν ἐξελθοῦσαν ἀπ᾿ ἐμοῦ.»
47Ἰδοῦσα δὲ ἡ γυνὴ ὅτι οὐκ ἔλαθεν, τρέμουσα ἦλθεν καὶ προσπεσοῦσα αὐτῷ, δι᾿ ἣν αἰτίαν ἥψατο αὐτοῦ ἀπήγγειλεν αὐτῷ ἐνώπιον παντὸς τοῦ λαοῦ, καὶ ὡς ἰάθη παραχρῆμα.
48Ὁ δὲ εἶπεν αὐτῇ· «Θάρσει θύγατερ, ἡ πίστις σου σέσωκέν σε. Πορεύου εἰς εἰρήνην.»
49Ἔτι αὐτοῦ λαλοῦντος, ἔρχεταί τις παρὰ τοῦ ἀρχισυναγώγου, λέγων αὐτῷ ὅτι «Τέθνηκεν ἡ θυγάτηρ σου· μὴ σκύλλε τὸν διδάσκαλον.»
50Ὁ δὲ Ἰησοῦς ἀκούσας ἀπεκρίθη αὐτῷ λέγων, «Μὴ φοβοῦ· μόνον πίστευε καὶ σωθήσεται.»
51Ἐλθὼν δὲ εἰς τὴν οἰκίαν, οὐκ ἀφῆκεν εἰσελθεῖν οὐδένα εἰ μὴ Πέτρον καὶ Ἰωάννην καὶ Ἰάκωβον, καὶ τὸν πατέρα τῆς παιδὸς καὶ τὴν μητέρα.

Read ΚΑΤΑ ΛΟΥΚΑΝ 8ΚΑΤΑ ΛΟΥΚΑΝ 8
Compare ΚΑΤΑ ΛΟΥΚΑΝ 8:45-51ΚΑΤΑ ΛΟΥΚΑΝ 8:45-51