Text copied!
CopyCompare
Η Καινή Διαθήκη - ΚΑΤΑ ΛΟΥΚΑΝ - ΚΑΤΑ ΛΟΥΚΑΝ 24

ΚΑΤΑ ΛΟΥΚΑΝ 24:17-30

Help us?
Click on verse(s) to share them!
17Εἶπεν δὲ πρὸς αὐτούς, «Τίνες οἱ λόγοι οὗτοι οὓς ἀντιβάλλετε πρὸς ἀλλήλους περιπατοῦντες, καί ἐστε σκυθρωποί;»
18Ἀποκριθεὶς δὲ ὁ εἷς ᾧ ὄνομα Κλεόπας, εἶπεν πρὸς αὐτόν, «Σὺ μόνος παροικεῖς Ἱερουσαλήμ, καὶ οὐκ ἔγνως τὰ γενόμενα ἐν αὐτῇ ἐν ταῖς ἡμέραις ταύταις;»
19Καὶ εἶπεν αὐτοῖς, «Ποῖα;» Οἱ δὲ εἶπον αὐτῷ· «Τὰ περὶ Ἰησοῦ τοῦ Ναζωραίου, ὡς ἐγένετο ἀνὴρ προφήτης δυνατὸς ἐν ἔργῳ καὶ λόγῳ ἐναντίον τοῦ Θεοῦ καὶ παντὸς τοῦ λαοῦ,
20ὅπως τε παρέδωκαν αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ἄρχοντες ἡμῶν εἰς κρῖμα θανάτου, καὶ ἐσταύρωσαν αὐτόν.
21Ἡμεῖς δὲ ἠλπίζομεν ὅτι αὐτός ἐστιν ὁ μέλλων λυτροῦσθαι τὸν Ἰσραήλ. Ἀλλά γε σὺν πᾶσιν, τούτοις τρίτην ταύτην ἡμέραν ἄγει σήμερον ἀφ᾿ οὗ ταῦτα ἐγένετο.
22Ἀλλὰ καὶ γυναῖκές τινες ἐξ ἡμῶν ἐξέστησαν ἡμᾶς—γενόμεναι ὄρθριαι ἐπὶ τὸ μνημεῖον,
23καὶ μὴ εὑροῦσαι τὸ σῶμα αὐτοῦ, ἦλθον λέγουσαι καὶ ὀπτασίαν ἀγγέλων ἑωρακέναι, οἳ λέγουσιν αὐτὸν ζῆν.
24Καὶ ἀπῆλθόν τινες τῶν σὺν ἡμῖν ἐπὶ τὸ μνημεῖον καὶ εὗρον οὕτως καθὼς καὶ αἱ γυναῖκες εἶπον· αὐτὸν δὲ οὐκ εἶδον.»
25Καὶ αὐτὸς εἶπεν πρὸς αὐτούς· «Ὦ ἀνόητοι, καὶ βραδεῖς τῇ καρδίᾳ τοῦ πιστεύειν ἐπὶ πᾶσιν οἷς ἐλάλησαν οἱ προφῆται·
26οὐχὶ ταῦτα ἔδει παθεῖν τὸν Χριστόν, καὶ εἰσελθεῖν εἰς τὴν δόξαν αὐτοῦ;»
27Καὶ ἀρξάμενος ἀπὸ Μωσέως, καὶ ἀπὸ πάντων τῶν προφητῶν, διηρμήνευεν αὐτοῖς ἐν πάσαις ταῖς Γραφαῖς τὰ περὶ ἑαυτοῦ.
28Καὶ ἤγγισαν εἰς τὴν κώμην οὗ ἐπορεύοντο, καὶ αὐτὸς προσεποιεῖτο πορρωτέρω πορεύεσθαι.
29Καὶ παρεβιάσαντο αὐτὸν λέγοντες, «Μεῖνον μεθ᾿ ἡμῶν, ὅτι πρὸς ἑσπέραν ἐστὶν καὶ κέκλικεν ἡ ἡμέρα.» Καὶ εἰσῆλθεν τοῦ μεῖναι σὺν αὐτοῖς.
30Καὶ ἐγένετο ἐν τῷ κατακλιθῆναι αὐτὸν μετ᾿ αὐτῶν, λαβὼν τὸν ἄρτον εὐλόγησεν, καὶ κλάσας ἐπεδίδου αὐτοῖς.

Read ΚΑΤΑ ΛΟΥΚΑΝ 24ΚΑΤΑ ΛΟΥΚΑΝ 24
Compare ΚΑΤΑ ΛΟΥΚΑΝ 24:17-30ΚΑΤΑ ΛΟΥΚΑΝ 24:17-30