Text copied!
CopyCompare
Η Καινή Διαθήκη - ΚΑΤΑ ΛΟΥΚΑΝ - ΚΑΤΑ ΛΟΥΚΑΝ 18

ΚΑΤΑ ΛΟΥΚΑΝ 18:17-27

Help us?
Click on verse(s) to share them!
17Ἀμὴν λέγω ὑμῖν, ὃς ἐὰν μὴ δέξηται τὴν βασιλείαν τοῦ Θεοῦ ὡς παιδίον οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν.»
18Καὶ ἐπηρώτησέν τις αὐτὸν ἄρχων λέγων, «Διδάσκαλε ἀγαθέ, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω;»
19Εἶπεν δὲ αὐτῷ ὁ Ἰησοῦς· «Τί με λέγεις ἀγαθόν; Οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς, ὁ Θεός.
20Τὰς ἐντολὰς οἶδας· ‹Μὴ μοιχεύσῃς, Μὴ φονεύσῃς, Μὴ κλέψῃς, Μὴ ψευδομαρτυρήσῃς, Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου.› »
21Ὁ δὲ εἶπεν, «Ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου.»
22Ἀκούσας δὲ ταῦτα ὁ Ἰησοῦς εἶπεν αὐτῷ, «Ἔτι ἕν σοι λείπει· πάντα ὅσα ἔχεις πώλησον καὶ διάδος πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ· καὶ δεῦρο, ἀκολούθει μοι.»
23Ὁ δὲ ἀκούσας ταῦτα περίλυπος ἐγένετο, ἦν γὰρ πλούσιος σφόδρα.
24Ἰδὼν δὲ αὐτὸν ὁ Ἰησοῦς περίλυπον γενόμενον εἶπεν· «Πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰσελεύσονται εἰς τὴν βασιλείαν τοῦ Θεοῦ.
25Εὐκοπώτερον γάρ ἐστιν κάμηλον διὰ τρυμαλιᾶς ῥαφίδος εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν.»
26Εἶπον δὲ οἱ ἀκούσαντες, «Καὶ τίς δύναται σωθῆναι;»
27Ὁ δὲ εἶπεν, «Τὰ ἀδύνατα παρὰ ἀνθρώποις δυνατὰ ἐστιν παρὰ τῷ Θεῷ.»

Read ΚΑΤΑ ΛΟΥΚΑΝ 18ΚΑΤΑ ΛΟΥΚΑΝ 18
Compare ΚΑΤΑ ΛΟΥΚΑΝ 18:17-27ΚΑΤΑ ΛΟΥΚΑΝ 18:17-27