9Λέγει οὖν αὐτῷ ἡ γυνὴ ἡ Σαμαρεῖτις, «Πῶς σύ, Ἰουδαῖος ὤν, παρ᾿ ἐμοῦ πιεῖν αἰτεῖς, οὔσης γυναικὸς Σαμαρείτιδος;» (οὐ γὰρ συγχρῶνται Ἰουδαῖοι Σαμαρείταις).
10Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ· «Εἰ ᾔδεις τὴν δωρεὰν τοῦ Θεοῦ, καὶ τίς ἐστιν ὁ λέγων σοι, ‹Δός μοι πιεῖν,› σὺ ἂν ᾔτησας αὐτὸν καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν.»
11Λέγει αὐτῷ ἡ γυνή· «Κύριε, οὔτε ἄντλημα ἔχεις, καὶ τὸ φρέαρ ἐστὶν βαθύ· πόθεν οὖν ἔχεις τὸ ὕδωρ τὸ ζῶν;
12Μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἰακώβ, ὃς ἔδωκεν ἡμῖν τὸ φρέαρ καὶ αὐτὸς ἐξ αὐτοῦ ἔπιεν, καὶ οἱ υἱοὶ αὐτοῦ καὶ τὰ θρέμματα αὐτοῦ;»
13Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ· «Πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν,
14ὃς δ᾿ ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ οὐ μὴ διψήσῃ εἰς τὸν αἰῶνα· ἀλλὰ τὸ ὕδωρ ὃ δώσω αὐτῷ γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον.»
15Λέγει πρὸς αὐτὸν ἡ γυνή, «Κύριε, δός μοι τοῦτο τὸ ὕδωρ, ἵνα μὴ διψῶ μηδὲ ἔρχωμαι ἐνθάδε ἀντλεῖν.»
16Λέγει αὐτῇ ὁ Ἰησοῦς, «Ὕπαγε, φώνησον τὸν ἄνδρα σου καὶ ἐλθὲ ἐνθάδε.»
17Ἀπεκρίθη ἡ γυνὴ καὶ εἶπεν, «Οὐκ ἔχω ἄνδρα.» Λέγει αὐτῇ ὁ Ἰησοῦς· «Καλῶς εἶπας ὅτι ‹Ἄνδρα οὐκ ἔχω›·
18πέντε γὰρ ἄνδρας ἔσχες, καὶ νῦν ὃν ἔχεις οὐκ ἔστιν σου ἀνήρ· τοῦτο ἀληθὲς εἴρηκας.»
19Λέγει αὐτῷ ἡ γυνή· «Κύριε, θεωρῶ ὅτι προφήτης εἶ σύ.