Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΙΗΣΟΥΣ - ΙΗΣΟΥΣ 15

ΙΗΣΟΥΣ 15:15-26

Help us?
Click on verse(s) to share them!
15Καὶ ἀνέβη ἐκεῖθεν Χάλεβ ἐπὶ τοὺς κατοικοῦντας Δαβίρ· τὸ δὲ ὄνομα Δαβὶρ ἦν τὸ πρότερον πόλις Γραμμάτων.
16Καὶ εἶπε Χάλεβ, ὃς ἂν λάβῃ καὶ ἐκκόψῃ τὴν πόλιν τῶν Γραμμάτων καὶ κυριεύσῃ αὐτῆς, δώσω αὐτῷ τὴν Ἀσχὰν θυγατέρα μου εἰς γυναῖκα.
17Καὶ ἔλαβεν αὐτὴν Γοθονιὴλ υἱὸς Χενὲζ ἀδελφοῦ Χάλεβ· καὶ ἔδωκεν αὐτῷ τὴν Ἀσχὰν θυγατέρα αὐτοῦ γυναῖκα.
18Καὶ ἐγένετο ἐν τῷ ἐκπορεύέσθαι αὐτὴν καὶ συνέβουλεύσατο αὐτῷ, λέγουσα, αἰτήσομαι τὸν πατέρα μου ἀγρόν· καὶ ἐβόησεν ἐκ τοῦ ὄνου· καὶ εἶπεν αὐτῇ Χάλεβ, τί ἐστί σοι;
19Καὶ εἶπεν αὐτῷ, δός μοι εὐλογίαν, ὅτι εἰς γῆν Ναγὲβ δέδωκάς με· δός μοι τὴν Βοτθανίς· καὶ ἔδωκεν αὐτῇ τὴν Γοναιθλὰν τὴν ἄνω καὶ τὴν Γοναιθλὰν τὴν κάτω.
20Αὕτη ἡ κληρονομία φυλῆς υἱῶν Ἰούδα.
21Ἐγενήθησαν δὲ πόλεις αὐτῶν πόλεις πρὸς τῇ φυλῇ υἱῶν Ἰούδα ἐφʼ ὁρίων Ἐδὼμ ἐπὶ τῆς ἐρήμου, καὶ Βαισελεὴλ, καὶ Ἀρὰ, καὶ Ἀσὼρ,
22καὶ Ἰκὰμ, καὶ Ῥεγμὰ, καὶ Ἀρουὴλ,
23καὶ Κάδης, καὶ Ἀσοριωναὶν, καὶ Μαινὰμ,
24καὶ Βαλμαινὰν, καὶ αἱ κῶμαι αὐτῶν,
25καὶ αἱ πόλεις Ἀσερὼν, αὕτη Ἀσὼρ,
26καὶ Σὴν, καὶ Σαλμαὰ, καὶ Μωλαδὰ,

Read ΙΗΣΟΥΣ 15ΙΗΣΟΥΣ 15
Compare ΙΗΣΟΥΣ 15:15-26ΙΗΣΟΥΣ 15:15-26