Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΙΗΣΟΥΣ - ΙΗΣΟΥΣ 13

ΙΗΣΟΥΣ 13:4-10

Help us?
Click on verse(s) to share them!
4ἐκ Θαιμὰν καὶ πάσῃ γῇ Χαναὰν ἐναντίον Γάζης, καὶ οἱ Σιδώνιοι ἕως Ἀφὲκ, ἕως τῶν ὁρίων τῶν Ἀμοῤῥαίων,
5καὶ πᾶσαν τὴν γῆν Γαλιὰθ Φυλιστιεὶμ, καὶ πάντα τὸν Λίβανον ἀπὸ ἀνατολῶν ἡλίου ἀπὸ Γαλγὰλ ὑπὸ τὸ ὄρος τὸ Ἀερμὼν ἕως τῆς εἰσόδου Ἐμὰθ,
6πᾶς ὁ κατοικῶν τὴν ὀρεινὴν ἀπὸ τοῦ Λιβάνου ἕως τῆς Μασερὲθ Μεμφωμαὶμ. Πάντας τοὺς Σιδωνίους, ἐγὼ αὐτοὺς ἐξολοθρεύσω ἀπὸ προσώπου Ἰσραήλ· ἀλλὰ διάδος αὐτὴν ἐν κλήρῳ τῷ Ἰσραὴλ, ὃν τρόπον σοὶ ἐνετειλάμην.
7Καὶ νῦν μέρισον τὴν γῆν ταύτην ἐν κληρονομίᾳ ταῖς ἐννέα φυλαῖς, καὶ τῷ ἡμίσει φυλῆς Μανασσή. Ἀπὸ τοῦ Ἰορδάνου ἕως τῆς θαλάσσης τῆς μεγάλης κατὰ δυσμὰς ἡλίου δώσεις αὐτήν· ἡ θάλασσα ἡ μεγάλη ὁριεῖ.
8ταῖς δυσὶ φυλαῖς, καὶ τῷ ἡμίσει φυλῆς Μανασσή, τῷ Ῥουβὴν, καὶ τῷ Γὰδ ἔδωκε Μωυσῆς ἐν τῷ πέραν τοῦ Ἰορδάνου· κατʼ ἀνατολὰς ἡλίου δέδωκεν αὐτῷ Μωυσῆς ὁ παῖς Κυρίου,
9ἀπὸ Ἀροὴρ, ἥ ἐστιν ἐπὶ τοῦ χείλους χειμάῤῥου Ἀρνών, καὶ τὴν πόλιν τὴν ἐν μέσῳ τῆς φάραγγος, καὶ πᾶσαν τὴν Μισὼρ ἀπὸ Μαιδαβάν·
10Πάσας τὰς πόλεις Σηὼν βασιλέως Ἀμοῤῥαίων, ὃς ἐβασίλευσεν ἐν Ἐσεβὼν ἕως τῶν ὁρίων υἱῶν Ἀμμῶν·

Read ΙΗΣΟΥΣ 13ΙΗΣΟΥΣ 13
Compare ΙΗΣΟΥΣ 13:4-10ΙΗΣΟΥΣ 13:4-10