Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΕΣΔΡΑΣ. Αʹ - ΕΣΔΡΑΣ. Αʹ 1

ΕΣΔΡΑΣ. Αʹ 1:6-37

Help us?
Click on verse(s) to share them!
6ἐν τάξει θύσατε τὸ πάσχα, καὶ τὰς θυσίας ἑτοιμάσατε τοῖς ἀδελφοῖς ὑμῶν, καὶ ποιήσατε τὸ πάσχα κατὰ τὸ πρόσταγμα τοῦ Κυρίου τὸ δοθὲν τῷ Μωυσῇ.
7Καὶ ἐδωρήσατο Ἰωσίας τῷ λαῷ τῷ εὑρεθέντι ἀρνῶν καὶ ἐρίφων τριάκοντα χιλιάδας, μόσχους τρισχιλίους· ταῦτα ἐκ τῶν βασιλικῶν ἐδόθη κατʼ ἐπαγγελίαν τῷ λαῷ, καὶ τοῖς ἱερεῦσι, καὶ Λευίταις.
8Καὶ ἔδωκε Χελκίας, καὶ Ζαχαρίας, καὶ Συῆλος οἱ ἐπιστάται τοῦ ἱεροῦ τοῖς ἱερεῦσιν εἰς πάσχα πρόβατα δισχίλια ἑξακόσια, μόσχους τριακοσίους.
9Καὶ Ἰεχονὶας, καὶ Σαμαίας, καὶ Ναθαναὴλ ὁ ἀδελφὸς, καὶ Ἀσαβίας, καὶ Ὀχίηλος, καὶ Ἰωρὰμ χιλίαρχοι ἔδωκαν τοῖς Λευίταις εἰς πάσχα πρόβατα πεντακισχίλια, μόσχους ἑπτακοσίους.
10Καὶ ταῦτα τὰ γενόμενα, εὐπρεπῶς ἔστησαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται,
11ἔχοντες τὰ ἄζυμα κατὰ τὰς φυλὰς καὶ κατὰ τὰς μεριδαρχίας τῶν πατέρων ἔμπροσθεν τοῦ λαοῦ, προσενεγκεῖν τῷ Κυρίῳ κατὰ τὰ γεγραμμένα ἐν βιβλίῳ Μωυσῆ· καὶ οὕτως τὸ πρωϊνόν.
12Καὶ ὤπτησαν τὸ πάσχα πυρὶ ὡς καθήκει, καὶ τὰς θυσίας ἥψησαν ἐν τοῖς χαλκείοις καὶ λέβησι μετʼ εὐωδίας, καὶ ἀπήνεγκαν πᾶσι τοῖς ἐκ τοῦ λαοῦ·
13μετὰ δὲ ταῦτα ἡτοίμασαν ἑαυτοῖς τε καὶ τοῖς ἱερεῦσιν ἀδελφοῖς αὐτῶν υἱοῖς Ἀαρών·
14οἱ γὰρ ἱερεῖς ἀνέφερον τὰ στέατα ἕως ἀωρίας· καὶ οἱ Λευῖται ἡτοίμασαν ἑαυτοῖς καὶ τοῖς ἱερεῦσιν ἀδελφοῖς αὐτῶν υἱοῖς Ἀαρών.
15Καὶ οἱ ἱεροψάλται υἱοὶ Ἀσὰφ ἦσαν ἐπὶ τῆς τάξεως αὐτῶν, κατὰ τὰ ὑπὸ Δαυὶδ τεταγμένα, καὶ Ἀσὰφ, καὶ Ζαχαρίας, καὶ Ἐδδινοῦς ὁ παρὰ τοῦ βασιλέως.
16Καὶ οἱ θυρωροὶ ἐφʼ ἑκάστου πυλῶνος· οὐκ ἔστι παραβῆναι ἕκαστον τὴν ἑαυτοῦ ἐφημερίαν· οἱ γὰρ ἀδελφοὶ αὐτῶν οἱ Λευῖται ἡτοίμασαν αὐτοῖς,
17καὶ συνετελέσθη τὰ τῆς θυσίας τοῦ Κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀχθῆναι τὸ πάσχα,
18καὶ προσαχθῆναι τὰς θυσίας ἐπὶ τὸ τοῦ Κυρίου θυσιαστήριον, κατὰ τὴν ἐπιταγὴν τοῦ βασιλέως Ἰωσίου.
19Καὶ ἠγάγοσαν οἱ υἱοὶ Ἰσραὴλ οἱ εὑρεθέντες ἐν τῷ καιρῷ τούτῳ τὸ πάσχα καὶ τὴν ἑορτὴν τῶν ἀζύμων ἡμέρας ἑπτά.
20Καὶ οὐκ ἤχθη τὸ πάσχα τοιοῦτον ἐν τῷ Ἰσραὴλ ἀπὸ τῶν χρόνων Σαμουὴλ τοῦ προφήτου.
21Καὶ πάντες οἱ βασιλεῖς τοῦ Ἰσραὴλ οὐκ ἠγάγοσαν πάσχα τοιοῦτον, οἷον ἤγαγεν Ἰωσίας, καὶ οἱ ἱερεῖς, καὶ οἱ Λευῖται, καὶ οἱ Ἰουδαῖοι, καὶ πᾶς Ἰσραὴλ ὁ εὑρεθεὶς ἐν τῇ κατοικήσει αὐτῶν ἐν Ἱερουσαλήμ.
22Ὀκτωκαιδεκάτῳ ἔτει βασιλεύοντος Ἰωσίου ἤχθη τὸ πάσχα τοῦτο.
23Καὶ ὠρθώθη τὰ ἔργα Ἰωσίου ἐνώπιον τοῦ Κυρίου αὐτοῦ ἐν καρδίᾳ πλήρει εὐσεβείας.
24Καὶ τὰ κατʼ αὐτὸν δὲ ἀναγέγραπται ἐν τοῖς ἔμπροσθεν χρόνοις, περὶ τῶν ἡμαρτηκότων καὶ ἠσεβηκότων εἰς τὸν Κύριον παρὰ πᾶν ἔθνος καὶ βασιλείαν, καὶ ἃ ἐλύπησαν αὐτὸν, ἔστι, καὶ οἱ λόγοι τοῦ Κυρίου ἀνέστησαν ἐπὶ Ἰσραήλ.
25Καὶ μετὰ πᾶσαν τὴν πρᾶξιν ταύτην Ἰωσίου, συνέβη Φαραὼ βασιλέα Αἰγύπτου ἐλθόντα πόλεμον ἐγεῖραι ἐν Χαρκαμὺς ἐπὶ τοῦ Εὐφράτου· καὶ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτῷ Ἰωσίας.
26Καὶ διεπέμψατο πρὸς αὐτὸν βασιλεὺς Αἰγύπτου, λέγων, τί ἐμοὶ καὶ σοί ἐστι, βασιλεῦ τῆς Ἰουδαίας;
27Οὐχί πρὸς σὲ ἐξαπέσταλμαι ὑπὸ Κυρίου τοῦ Θεοῦ· ἐπὶ γὰρ τοῦ Εὐφράτου ὁ πόλεμός μου ἐστί· καὶ νῦν Κύριος μετʼ ἑμοῦ ἐστι, καὶ Κύριος μετʼ ἐνοῦ ἑπισπεύδων ἐστίν· ἀπόστηθι, καὶ μὴ ἐναντιοῦ τῷ Κυρίῳ.
28Καὶ οὐκ ἀπέστρεψεν ἑαυτὸν Ἰωσίας ἐπὶ τὸ ἅρμα αὐτοῦ, ἀλλὰ πολεμεῖν αὐτὸν ἐπεχείρει, οὐ προσέχων ῥήμασιν Ἰερεμίου προφήτου ἐκ στόματος Κυρίου.
29Ἀλλὰ συνεστήσατο πρὸς αὐτὸν πόλεμον ἐν τῷ πεδίῳ Μαγεδδώ· καὶ κατέβησαν οἱ ἄρχοντες πρὸς τὸν βασιλέα Ἰωσίαν.
30Καὶ εἶπεν ὁ βασιλεὺς τοῖς παισὶν ἑαυτοῦ, ἀποστήσατέ με ἀπὸ τῆς μάχης, ἠσθένησα γὰρ λίαν· καὶ εὐθέως ἀπέστησαν αὐτὸν οἱ παῖδες αὐτοῦ ἀπὸ τῆς παρατάξεως.
31Καὶ ἀνέβη ἐπὶ τὸ ἅρμα τὸ δευτέριον αὐτοῦ, καὶ ἀποκατασταθεὶς, εἰς Ἰερουσαλὴμ, μετήλλαξε τὸν βίον αὐτοῦ, καὶ ἐτάφη ἐν τῷ πατρικῷ τάφῳ.
32Καὶ ἐν ὅλῃ τῇ Ἰουδαίᾳ ἐπένθησαν τὸν Ἰωσίαν, καὶ ἐθρήνησεν Ἱερεμίας ὁ προφήτης ὑπὲρ Ἰωσίον, ὑαι οἱ προκαθήμενοι σὺν γυναιξὶν ἐθρηνοῦσαν αὐτὸν ἕως τῆς ἡμέρας ταύτης· καὶ ἐξεδόθη τοῦτο γίνεσθαι ἀεὶ εἰς ἅπαν τὸ γένος Ἰσραήλ.
33Ταῦτα δὲ ἀναγέγραπται ἐν τῇ βίβλῳ τῶν ἱστορουμένων περὶ τῶν βασιλέων τῆς Ἰουδαίας, καὶ τὸ καθʼ ἓν πραχθὲν τῆς πράξεως Ἰωσίου, καὶ τῆς δόξης αὐτοῦ, καὶ τῆς συνέσεως αὐτοῦ ἐν τῷ νόμῳ Κυρίου· τά τε προπραχθέντα ὑπʼ αὐτοῦ καὶ τὰ νῦν, ἱστόρηται ἐν τῷ βιβλίῳ τῶν βασιλέων Ἰσραὴλ καὶ Ἰούδα.
34Καὶ ἀναλαβόντες οἱ ἐκ τοῦ ἔθνους τὸν Ἰεχονίαν υἱὸν Ἰωσίου, ἀνέδειξαν βασιλέα ἀντὶ Ἰωσείου τοῦ πατρὸς αὐτοῦ, ὄντα ἐτῶν εἴκοσι τριῶν.
35Καὶ ἐβασίλευσεν ἐν Ἰσραὴλ καὶ Ἱερουσαλὴμ μῆνας τρεῖς· καὶ ἀπέστησεν αὐτὸν βασιλεὺς Αἰγύπτου τοῦ μὴ βασιλεύειν ἐν Ἱερουσαλὴμ,
36καὶ ἐζημίωσε τὸ ἔθνος ἀργυρίου ταλάντοις ἑκατὸν καὶ χρυσίου ταλάντῳ ἑνί.
37Καὶ ἀνέδειξε βασιλεὺς Αἰγύπτου βασιλέα Ἰωακὶμ τὸν ἀδελφὸν αὐτοῦ βασιλέα τῆς Ἰουδαίας καὶ Ἱερουσαλήμ.

Read ΕΣΔΡΑΣ. Αʹ 1ΕΣΔΡΑΣ. Αʹ 1
Compare ΕΣΔΡΑΣ. Αʹ 1:6-37ΕΣΔΡΑΣ. Αʹ 1:6-37