10Μὴ εἴπῃς, τί ἐγένετο, ὅτι αἱ ἡμέραι αἱ πρότεραι ἦσαν ἀγαθαὶ ὑπὲρ ταύτας; ὅτι οὐκ ἐν σοφίᾳ ἐπηρώτησας περὶ τούτου.
11Ἀγαθὴ σοφία μετὰ κληρονομίας, καὶ περίσσεια τοῖς θεωροῦσι τὸν ἥλιον.
12Ὅτι ἐν σκιᾷ αὐτῆς ἡ σοφία ὡς σκιὰ ἀργυρίου, καὶ περίσσεια γνώσεως τῆς σοφίας ζωοποιήσει τὸν παρʼ αὐτῆς.
13Ἴδε τὰ ποιήματα τοῦ Θεοῦ, ὅτι τίς δυνήσεται κοσμῆσαι ὃν ἂν ὁ Θεὸς διαστρέψῃ αὐτόν;
14Ἐν ἡμέρᾳ ἀγαθωσύνης ζῆθι ἐν ἀγαθῷ, καὶ ἴδε ἐν ἡμέρᾳ κακίας· ἴδε, καί γε σὺν τούτῳ συμφώνως τοῦτο ἐποίησεν ὁ Θεὸς περὶ λαλιᾶς, ἵνα μὴ εὕρῃ ἄνθρωπος ὀπίσω αὐτοῦ οὐδέν.
15Σύμπαντα εἶδον ἐν ἡμέραις ματαιότητός μου· ἐστὶ δίκαιος ἀπολλύμενος ἐν δικαίῳ αὐτοῦ, καί ἐστιν ἀσεβὴς μένων ἐν κακίᾳ αὐτοῦ.