Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΕΚΚΛΗΣΙΑΣΤΗΣ - ΕΚΚΛΗΣΙΑΣΤΗΣ 1

ΕΚΚΛΗΣΙΑΣΤΗΣ 1:2-7

Help us?
Click on verse(s) to share them!
2Ματαιότης ματαιοτήτων, εἶπεν ὁ Ἐκκλησιαστὴς, ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης.
3Τίς περίσσεια τῷ ἀνθρώπῳ ἐν παντὶ μόχθῳ αὐτοῦ ᾧ μοχθεῖ ὑπὸ τὸν ἥλιον;
4Γενεὰ πορεύεται καὶ γενεὰ ἔρχεται, καὶ ἡ γῆ εἰς τὸν αἰῶνα ἕστηκε.
5Καὶ ἀνατέλλει ὁ ἥλιος καὶ δύνει ὁ ἥλιος καὶ εἰς τὸν τόπον αὐτοῦ ἕλκει·
6αὐτὸς ἀνατέλλων ἐκεῖ πορεύεται πρὸς Νότον, καὶ κυκλοῖ πρὸς Βοῤῥᾶν· κυκλοῖ κυκλῶν πορεύεται τὸ πνεῦμα, καὶ ἐπὶ κύκλους αὐτοῦ ἐπιστρέφει τὸ πνεῦμα.
7Πάντες οἱ χείμαῤῥοι πορεύονται εἰς τὴν θάλασσαν, καὶ ἡ θάλασσα οὐκ ἔστιν ἐμπιμπλαμένη· εἰς τὸν τόπον οὗ οἱ χείμαῤῥοι πορεύονται, ἐκεῖ αὐτοὶ ἐπιστρέφουσι τοῦ πορευθῆναι.

Read ΕΚΚΛΗΣΙΑΣΤΗΣ 1ΕΚΚΛΗΣΙΑΣΤΗΣ 1
Compare ΕΚΚΛΗΣΙΑΣΤΗΣ 1:2-7ΕΚΚΛΗΣΙΑΣΤΗΣ 1:2-7