5Ἔστι πονηρία ἣν εἶδον ὑπὸ τὸν ἥλιον, ὡς ἀκούσιον ἐξῆλθεν ἀπὸ προσώπου ἐξουσιάζοντος.
6Ἐδόθη ὁ ἄφρων ἐν ὕψεσι μεγάλοις, καὶ πλούσιοι ἐν ταπεινῷ καθήσονται.
7Εἶδον δούλους ἐφʼ ἵππους, καὶ ἄρχοντας πορευομένους ὡς δούλους ἐπὶ τῆς γῆς.
8Ὁ ὀρύσσων βόθρον, εἰς αὐτὸν ἐμπεσεῖται· καὶ καθαιροῦντα φραγμὸν, δήξεται αὐτὸν ὄφις,
9Ἐξαίρων λίθους, διαπονηθήσεται ἐν αὐτοῖς· σχίζων ξύλα, κινδυνεύσει ἐν αὐτοῖς.
10Ἐὰν ἐκπέσῃ τὸ σιδήριον, καὶ αὐτὸς πρόσωπον ἐτάραξε· καὶ δυνάμεις δυναμώσει, καὶ περίσσεια τῷ ἀνδρὶ οὐ σοφία.
11Ἐὰν δάκῃ ὄφις ἐν οὐ ψιθυρισμῷ, καὶ οὐκ ἔστι περίσσεια τῷ ἐπᾴδοντι.