Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΓΕΝΕΣΙΣ

ΓΕΝΕΣΙΣ 21

Help us?
Click on verse(s) to share them!
1Καὶ Κύριος ἐπεσκέψατο τὴν Σάῤῥαν, καθὰ εἶπε· καὶ ἐποίησε Κύριος τῇ Σάῥῥᾳ, καθὰ ἐλάλησε.
2Καὶ συλλαβοῦσα ἔτεκε τῷ Ἁβραὰμ υἱὸν εἰς τὸ γῆρας, εἰς τὸν καιρὸν καθὰ ἐλάλησεν αὐτῷ Κύριος.
3Καὶ ἐκάλεσεν Ἁβραὰμ τὸ ὄνομα τοῦ υἱοῦ αὐτοῦ τοῦ γενομένου αὐτῷ, ὃν ἔτεκεν αὐτῷ Σάῤῥα, Ἰσαάκ·
4Περιέτεμε δὲ Ἁβραὰμ τὸν Ἰσαὰκ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, καθὰ ἐνετείλατο αὐτῷ ὁ Θεός.
5Καὶ Ἁβραὰμ ἦν ἑκατὸν ἐτῶν, ηνίκα ἐγένετο αὐτῷ Ἰσαὰκ ὁ υἱὸς αὐτοῦ.
6Εἶπε δὲ Σάῤῥα, γέλωτά μοι ἐποίησε Κύριος· ὃς γὰρ ἂν ἀκούσῃ συγχαρεῖταί μοι.
7Καὶ εἶπε τίς ἀναγγελεῖ τῷ Ἁβραὰμ ὅτι θηλάζει παιδίον Σάῤῥα; ὅτι ἔτεκον υἱὸν ἐν τῷ γήρᾳ μου.
8Καὶ ηὐξήθη τὸ παιδίον, καὶ ἀπεγαλακτίσθη· καὶ ἐποίησεν Ἁβραὰμ δοχὴν μεγάλην, ᾗ ἡμέρᾳ ἀπεκγαλακτίσθη Ἰσαὰκ ὁ υἱὸς αὐτοῦ.
9Ἰδοῦσα δὲ Σάῥῥα τὸν υἱὸν Ἄγαρ τῆς Αἰγυπτίας, ὃς ἐγένετο τῷ Ἁβραὰμ, παίζοντα μετὰ Ἰσαὰκ τοῦ υἱοῦ αὐτῆς,
10καὶ εἶπε τῷ Ἁβραὰμ, ἔκβαλε τὴν παιδίσκην ταύτην, καὶ τὸν υἱὸν αὐτῆς· οὐ γὰρ μὴ κληρονομήσει ὁ υἱὸς τῆς παιδίσκης ταύτης μετὰ τοῦ υἱοῦ μου Ἰσαάκ.
11Σκληρὸν δὲ ἐφάνη τὸ ῥῆμα σφόδρα ἐνατίον Ἁβραὰμ περὶ τοῦ υἱοῦ αὐτοῦ.
12Εἶπε δὲ ὁ Θεὸς τῷ Ἁβραὰμ, μὴ σκληρὸν ἔστω ἐναντίον σου περὶ τοῦ παιδίου, καὶ περὶ τῆς παιδίσκης· πάντα ὅσα ἂν εἴπῃ σοι Σάῤῥα, ἄκουε τῆς φωνῆς αὐτῆς· ὅτι ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα.
13Καὶ τὸν υἱὸν δὲ τῆς παιδίσκης ταύτης εἰς ἔθνος μέγα ποιήσω αὐτὸν, ὅτι σπέρμα σόν ἐστιν.
14Ἀνέστη δὲ Ἁβραὰμ τὸ πρωῒ, καὶ ἔλαβεν ἄρτους καὶ ἀσκὸν ὕδατος, καὶ ἔδωκεν τῇ Ἄγαρ· καὶ ἐπέθηκεν ἐπὶ τὸν ὦμον αὐτῆς τὸ παιδίον, καὶ ἀπέστειλεν αὐτήν· Ἀπελθοῦσα δὲ ἐπλανᾶτο κατὰ τὴν ἔρημον, κατὰ τὸ φρέαρ τοῦ ὅρκου.
15Ἐξέλιπε δὲ τὸ ὕδωρ ἐκ τοῦ ἀσκου· καὶ ἔῤῥιψε τὸ παιδίον ὑποκάτω μιᾶς ἐλάτης·
16Ἀπελθοῦσα δὲ ἐκάθητο ἀπέναντι αὐτοῦ μακρόθεν, ὡσεὶ τόξου βολήν· εἶπε γὰρ, οὐ μὴ ἴδω τὸν θάνατον τοῦ παιδίου μου. καὶ ἐκάθισεν ἀπέναντι αὐτοῦ· ἀναβοῆσαν δὲ τὸ παιδίον ἔκλαυσεν.
17Εἰσήκουσε δὲ ὁ Θεὸς τῆς φωνῆς τοῦ παιδίου ἐκ τοῦ τόπου οὗ ἦν· καὶ ἐκάλεσεν ἄγγελος Θεοῦ τὴν Ἄγαρ ἐκ τοῦ οὐρανοῦ, καὶ εἶπεν αὐτῇ, τί ἐστιν Ἄγαρ; μὴ φοβοῦ· ἐπακήκοε γὰρ ὁ Θεὸς τῆς φωνῆς τοῦ παιδίου ἐκ τοῦ τόπου οὗ ἐστιν.
18Ἀνάστηθι καὶ λάβε τὸ παιδίον, καὶ κράτησον τῇ χειρί σου αὐτό· εἰς γὰρ ἔθνος μέγα ποιήσω αὐτό.

19Καὶ ἀνέῳξεν ὁ Θεὸς τοὺς ὀφθαλμοὺς αὐτῆς· καὶ εἶδε φρέαρ ὕδατος ζῶντος, καὶ ἐπορεύθη, καὶ ἔπλησε τὸν ἀσκὸν ὕδατος, καὶ ἐπότισε τὸ παιδίον.
20Καὶ ἦν ὁ Θεὸς μετὰ τοῦ παιδίου· καὶ ηὐξήθη, καὶ κατῴκησεν ἐν τῇ ἐρήμῳ· ἐγένετο δὲ τοξότης.
21Καὶ κατῴκησεν ἐν τῇ ἐρήμῳ· καὶ ἔλαβεν αὐτῷ ἡ μήτηρ γυναῖκα ἐκ Φαρὰν Αἰγύπτου.
22Ἐγένετο δὲ ἐν τῷ καιρῷ ἐκείνῳ, καὶ εἶπεν Ἀβιμέλεχ, καὶ Ὁχοζὰθ ὁ νυμφαγωγὸς αὐτοῦ, καὶ Φιχὸλ ὁ ἀρχιστράτηγος τῆς δυνάμεως αὐτοῦ, πρὸς Ἁβραὰμ, λέγων, ὁ Θεὸς μετὰ σοῦ ἐν πᾶσιν, οἷς ἐὰν ποιῇς.
23Νῦν οὖν ὄμοσόν μοι τὸν Θεὸν μὴ ἀδικήσειν με, μηδὲ τὸ σπέρμα μου, μηδὲ τὸ ὄνομά μου· ἀλλὰ κατὰ τὴν δικαιοσύνην ἣν ἐποίησα μετὰ σοῦ, ποιήσεις μετʼ ἐμοῦ, καὶ τῇ γᾗ, ᾗ σὺ παρῴκησας ἐν αὐτῇ.
24Καὶ εἶπεν Ἁβραὰμ, ἐγὼ ὀμοῦμαι.
25Καὶ ἤλεγξεν Ἁβραὰμ τὸν Ἀβιμέλεχ περὶ τῶν φρεάτων τοῦ ὕδατος, ὧν ἀφείλοντο οἱ παῖδες τοῦ Ἀβιμέλεχ.
26Καὶ εἶπεν αὐτῷ Ἀβιμέλεχ, οὐκ ἔγνων τίς ἐποίησέ σοι τὸ ῥῆμα τοῦτο· οὐδὲ σύ μοι ἀπήγγειλας, οὐδὲ ἐγὼ ἤκουσα, ἀλλʼ ἢ σήμερον.
27Καὶ ἔλαβεν Ἁβραὰμ πρόβατα καὶ μόσχους, καὶ ἔδωκε τῷ Ἀβιμέλεχ· καὶ διέθεντο ἀμφότεροι διαθήκην.
28Καὶ ἔστησεν Ἁβραὰμ, ἑπτὰ ἀμνάδας προβάτων μόνας.
29Καὶ εἶπεν Ἀβιμέλεχ τῷ Ἁβραὰμ, τί εἰσιν αἱ ἑπτὰ ἀμνάδες τῶν προβάτων τούτων, ἃς ἔστησας μόνας;
30Καὶ εἶπεν Ἁβραὰμ, ὅτι τὰς ἑπτὰ ἀμνάδας λήψῃ παρʼ ἐμοῦ, ἵνα ὦσι μοι εἰς μαρτύριον, ὅτι ἐγὼ ὤρυξα τό φρέαρ τοῦτο.
31Διὰ τοῦτο ἐπωνόμασε τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Φρέαρ ὁρκισμοῦ· ὅτι ἐκεῖ ὤμοσαν ἀμφότεροι.
32Καὶ διέθεντο διαθήκην ἐν τῷ φρέατι τοῦ ὁρκισμου· ἀνέστη δὲ Ἀβιμέλεχ, Ὁχοζὰθ ὁ νυμφαγωγὸς αὐτοῦ, καὶ Φίχολ ὁ ἀρχιστράτηγος τῆς δυνάμεως αὐτοῦ, καὶ ἐπέστρεψαν εἰς τὴν γῆν τῶν Φυλιστιείμ.
33Καὶ ἐφύτευσεν Ἁβραὰμ ἄρουραν ἐπὶ τῷ φρέατι τοῦ ὅρκου· καὶ ἐπεκαλέσατο ἐκεῖ τὸ ὄνομα Κυρίου, Θεὸς αἰώνιος.
34Παρῴκησε δὲ Ἁβραὰμ ἐν τῇ γῇ τῶν Φυλιστιεὶμ ἡμέρας πολλάς.