Text copied!
CopyCompare
Η Καινή Διαθήκη - ΠΡΑΞΕΙΣ - ΠΡΑΞΕΙΣ 26

ΠΡΑΞΕΙΣ 26:3-19

Help us?
Click on verse(s) to share them!
3μάλιστα γνώστην ὄντα σε πάντων τῶν κατὰ Ἰουδαίους ⸀ἐθῶν τε καὶ ζητημάτων· διὸ ⸀δέομαι μακροθύμως ἀκοῦσαί μου.
4Τὴν μὲν οὖν βίωσίν μου ⸀τὴν ἐκ νεότητος τὴν ἀπ’ ἀρχῆς γενομένην ἐν τῷ ἔθνει μου ἔν ⸀τε Ἱεροσολύμοις ἴσασι ⸀πάντες Ἰουδαῖοι,
5προγινώσκοντές με ἄνωθεν, ἐὰν θέλωσι μαρτυρεῖν, ὅτι κατὰ τὴν ἀκριβεστάτην αἵρεσιν τῆς ἡμετέρας θρησκείας ἔζησα Φαρισαῖος.
6καὶ νῦν ἐπ’ ἐλπίδι τῆς ⸀εἰς τοὺς πατέρας ⸀ἡμῶν ἐπαγγελίας γενομένης ὑπὸ τοῦ θεοῦ ἕστηκα κρινόμενος,
7εἰς ἣν τὸ δωδεκάφυλον ἡμῶν ἐν ἐκτενείᾳ νύκτα καὶ ἡμέραν λατρεῦον ἐλπίζει καταντῆσαι· περὶ ἧς ἐλπίδος ἐγκαλοῦμαι ⸂ὑπὸ Ἰουδαίων, βασιλεῦ⸃·
8τί ἄπιστον κρίνεται παρ’ ὑμῖν εἰ ὁ θεὸς νεκροὺς ἐγείρει;
9Ἐγὼ μὲν οὖν ἔδοξα ἐμαυτῷ πρὸς τὸ ὄνομα Ἰησοῦ τοῦ Ναζωραίου δεῖν πολλὰ ἐναντία πρᾶξαι·
10ὃ καὶ ἐποίησα ἐν Ἱεροσολύμοις, καὶ πολλούς ⸀τε τῶν ἁγίων ἐγὼ ⸀ἐν φυλακαῖς κατέκλεισα τὴν παρὰ τῶν ἀρχιερέων ἐξουσίαν λαβών, ἀναιρουμένων τε αὐτῶν κατήνεγκα ψῆφον,
11καὶ κατὰ πάσας τὰς συναγωγὰς πολλάκις τιμωρῶν αὐτοὺς ἠνάγκαζον βλασφημεῖν, περισσῶς τε ἐμμαινόμενος αὐτοῖς ἐδίωκον ἕως καὶ εἰς τὰς ἔξω πόλεις.
12Ἐν ⸀οἷς πορευόμενος εἰς τὴν Δαμασκὸν μετ’ ἐξουσίας καὶ ἐπιτροπῆς ⸀τῆς τῶν ἀρχιερέων
13ἡμέρας μέσης κατὰ τὴν ὁδὸν εἶδον, βασιλεῦ, οὐρανόθεν ὑπὲρ τὴν λαμπρότητα τοῦ ἡλίου περιλάμψαν με φῶς καὶ τοὺς σὺν ἐμοὶ πορευομένους·
14πάντων ⸀τε καταπεσόντων ἡμῶν εἰς τὴν γῆν ἤκουσα φωνὴν ⸀λέγουσαν πρός ⸀με τῇ Ἑβραΐδι διαλέκτῳ· Σαοὺλ Σαούλ, τί με διώκεις; σκληρόν σοι πρὸς κέντρα λακτίζειν.
15ἐγὼ δὲ εἶπα· Τίς εἶ, κύριε; ὁ δὲ ⸀κύριος εἶπεν· Ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις·
16ἀλλὰ ἀνάστηθι καὶ στῆθι ἐπὶ τοὺς πόδας σου· εἰς τοῦτο γὰρ ὤφθην σοι, προχειρίσασθαί σε ὑπηρέτην καὶ μάρτυρα ὧν τε εἶδές ⸀με ὧν τε ὀφθήσομαί σοι,
17ἐξαιρούμενός σε ἐκ τοῦ λαοῦ καὶ ⸀ἐκ τῶν ἐθνῶν, εἰς οὓς ἐγὼ ⸂ἀποστέλλω σε⸃
18ἀνοῖξαι ὀφθαλμοὺς αὐτῶν, τοῦ ⸀ἐπιστρέψαι ἀπὸ σκότους εἰς φῶς καὶ τῆς ἐξουσίας τοῦ Σατανᾶ ἐπὶ τὸν θεόν, τοῦ λαβεῖν αὐτοὺς ἄφεσιν ἁμαρτιῶν καὶ κλῆρον ἐν τοῖς ἡγιασμένοις πίστει τῇ εἰς ἐμέ.
19Ὅθεν, βασιλεῦ Ἀγρίππα, οὐκ ἐγενόμην ἀπειθὴς τῇ οὐρανίῳ ὀπτασίᾳ,

Read ΠΡΑΞΕΙΣ 26ΠΡΑΞΕΙΣ 26
Compare ΠΡΑΞΕΙΣ 26:3-19ΠΡΑΞΕΙΣ 26:3-19