Text copied!
CopyCompare
Η Καινή Διαθήκη - ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ - ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 19

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 19:36-41

Help us?
Click on verse(s) to share them!
36Ἀναντιρρήτων οὖν ὄντων τούτων, δέον ἐστὶν ὑμᾶς κατεσταλμένους ὑπάρχειν, καὶ μηδὲν προπετὲς πράττειν.
37Ἠγάγετε γὰρ τοὺς ἄνδρας τούτους, οὔτε ἱεροσύλους οὔτε βλασφημοῦντας τὴν θεὰν ὑμῶν.
38Εἰ μὲν οὖν Δημήτριος καὶ οἱ σὺν αὐτῷ τεχνῖται πρός τινα λόγον ἔχουσιν, ἀγοραῖοι ἄγονται, καὶ ἀνθύπατοί εἰσιν· ἐγκαλείτωσαν ἀλλήλοις.
39Εἰ δέ τι περὶ ἑτέρων ἐπιζητεῖτε, ἐν τῇ ἐννόμῳ ἐκκλησίᾳ ἐπιλυθήσεται.
40Καὶ γὰρ κινδυνεύομεν ἐγκαλεῖσθαι στάσεως περὶ τῆς σήμερον, μηδενὸς αἰτίου ὑπάρχοντος περὶ οὗ δυνησόμεθα ἀποδοῦναι λόγον τῆς συστροφῆς ταύτης.
41Καὶ ταῦτα εἰπών, ἀπέλυσε τὴν ἐκκλησίαν.

Read ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 19ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 19
Compare ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 19:36-41ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 19:36-41