22Ζωὴ γάρ ἐστι τοῖς εὑρίσκουσιν αὐτὰς, καὶ πάσῃ σαρκὶ ἴασις.
23Πάσῃ φυλακῇ τήρει σὴν καρδίαν, ἐκ γὰρ τούτων ἔξοδοι ζωῆς.
24Περίελε σεαυτοῦ σκολιὸν στόμα, καὶ ἄδικα χείλη μακρὰν ἀπὸ σοῦ ἄπωσαι.
25Οἱ ὀφθαλμοί σου ὀρθὰ βλεπέτωσαν, τὰ δὲ βλέφαρά σου νευέτω δίκαια.
26Ὀρθὰς τροχιὰς ποίει σοῖς ποσί, καὶ τὰς ὁδούς σου κατεύθυνε.
27Μὴ ἐκκλίνῃς εἰς τὰ δεξιὰ, μηδὲ εἰς τὰ ἀριστερά, ἀπόστρεψον δὲ σὸν πόδα ἀπὸ ὁδοῦ κακῆς·
27aὁδοὺς γὰρ τὰς ἐκ δεξιῶν οἶδεν ὁ Θεὸς, διεστραμμέναι δέ εἰσιν αἱ ἐξ ἀριστερῶν·
27bαὐτὸς δὲ ὀρθὰς ποιήσει τὰς τροχιάς σου, τὰς δὲ πορείας σου ἐν εἰρήνῃ προάξει.