Text copied!
CopyCompare
μετάφραση των εβδομήκοντα - ΠΑΡΟΙΜΙΑΙ - ΠΑΡΟΙΜΙΑΙ 4

ΠΑΡΟΙΜΙΑΙ 4:18-27b

Help us?
Click on verse(s) to share them!
18Αἱ δὲ ὁδοὶ τῶν δικαίων ὁμοίως φωτὶ λάμπουσι, προπορεύονται καὶ φωτίζουσιν, ἕως κατορθώσῃ ἡ ἡμέρα.
19Αἱ δὲ ὁδοὶ τῶν ἀσεβῶν σκοτειναὶ, οὐκ οἴδασι πῶς προσκόπτουσιν.
20Υἱὲ ἐμῇ ῥήσει πρόσεχε, τοῖς δὲ ἐμοῖς λόγοις παράβαλλε σὸν οὖς.
21Ὅπως μὴ ἐκλίπωσί σε αἱ πηγαί σου, φύλασσε αὐτὰς ἐν καρδίᾳ.
22Ζωὴ γάρ ἐστι τοῖς εὑρίσκουσιν αὐτὰς, καὶ πάσῃ σαρκὶ ἴασις.
23Πάσῃ φυλακῇ τήρει σὴν καρδίαν, ἐκ γὰρ τούτων ἔξοδοι ζωῆς.
24Περίελε σεαυτοῦ σκολιὸν στόμα, καὶ ἄδικα χείλη μακρὰν ἀπὸ σοῦ ἄπωσαι.
25Οἱ ὀφθαλμοί σου ὀρθὰ βλεπέτωσαν, τὰ δὲ βλέφαρά σου νευέτω δίκαια.
26Ὀρθὰς τροχιὰς ποίει σοῖς ποσί, καὶ τὰς ὁδούς σου κατεύθυνε.
27Μὴ ἐκκλίνῃς εἰς τὰ δεξιὰ, μηδὲ εἰς τὰ ἀριστερά, ἀπόστρεψον δὲ σὸν πόδα ἀπὸ ὁδοῦ κακῆς·
27aὁδοὺς γὰρ τὰς ἐκ δεξιῶν οἶδεν ὁ Θεὸς, διεστραμμέναι δέ εἰσιν αἱ ἐξ ἀριστερῶν·
27bαὐτὸς δὲ ὀρθὰς ποιήσει τὰς τροχιάς σου, τὰς δὲ πορείας σου ἐν εἰρήνῃ προάξει.

Read ΠΑΡΟΙΜΙΑΙ 4ΠΑΡΟΙΜΙΑΙ 4
Compare ΠΑΡΟΙΜΙΑΙ 4:18-27bΠΑΡΟΙΜΙΑΙ 4:18-27b