Text copied!
CopyCompare
Η Καινή Διαθήκη - ΚΑΤΑ ΛΟΥΚΑΝ - ΚΑΤΑ ΛΟΥΚΑΝ 22

ΚΑΤΑ ΛΟΥΚΑΝ 22:11-32

Help us?
Click on verse(s) to share them!
11Καὶ ἐρεῖτε τῷ οἰκοδεσπότῃ τῆς οἰκίας, ‹Λέγει σοι ὁ Διδάσκαλος· Ποῦ ἐστιν τὸ κατάλυμα ὅπου τὸ Πάσχα μετὰ τῶν μαθητῶν μου φάγω;›
12Κἀκεῖνος ὑμῖν δείξει ἀνάγαιον μέγα, ἐστρωμένον· ἐκεῖ ἑτοιμάσατε.»
13Ἀπελθόντες δὲ εὗρον καθὼς εἴρηκεν αὐτοῖς, καὶ ἡτοίμασαν τὸ Πάσχα.
14Καὶ ὅτε ἐγένετο ἡ ὥρα, ἀνέπεσεν, καὶ οἱ δώδεκα ἀπόστολοι σὺν αὐτῷ.
15Καὶ εἶπεν πρὸς αὐτούς· «Ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ Πάσχα φαγεῖν μεθ᾿ ὑμῶν πρὸ τοῦ με παθεῖν.
16Λέγω γὰρ ὑμῖν ὅτι οὐκέτι οὐ μὴ φάγω ἐξ αὐτοῦ ἕως ὅτου πληρωθῇ ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ.»
17Καὶ δεξάμενος ποτήριον εὐχαριστήσας εἶπεν· «Λάβετε τοῦτο καὶ διαμερίσατε ἑαυτοῖς.
18Λέγω γὰρ ὑμῖν ὅτι οὐ μὴ πίω ἀπὸ τοῦ γενήματος τῆς ἀμπέλου ἕως ὅτου ἡ βασιλεία τοῦ Θεοῦ ἔλθῃ.»
19Καὶ λαβὼν ἄρτον, εὐχαριστήσας, ἔκλασεν καὶ ἔδωκεν αὐτοῖς λέγων, «Τοῦτό ἐστιν τὸ σῶμά μου, τὸ ὑπὲρ ὑμῶν διδόμενον· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν.»
20Ὡσαύτως καὶ τὸ ποτήριον, μετὰ τὸ δειπνῆσαι, λέγων· «Τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐν τῷ αἵματί μου, τὸ ὑπὲρ ὑμῶν ἐκχυνόμενον.
21»Πλὴν ἰδού, ἡ χεὶρ τοῦ παραδιδόντος με μετ᾿ ἐμοῦ ἐπὶ τῆς τραπέζης.
22Καὶ ὁ μὲν Υἱὸς τοῦ Ἀνθρώπου πορεύεται κατὰ τὸ ὡρισμένον, πλὴν οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ δι᾿ οὗ παραδίδοται.»
23(Καὶ αὐτοὶ ἤρξαντο συζητεῖν πρὸς ἑαυτοὺς τὸ τίς ἄρα εἴη ἐξ αὐτῶν ὁ τοῦτο μέλλων πράσσειν.)
24Ἐγένετο δὲ καὶ φιλονεικία ἐν αὐτοῖς τὸ τίς αὐτῶν δοκεῖ εἶναι μείζων.
25Ὁ δὲ εἶπεν αὐτοῖς· «Οἱ βασιλεῖς τῶν ἐθνῶν κυριεύουσιν αὐτῶν, καὶ οἱ ἐξουσιάζοντες αὐτῶν εὐεργέται καλοῦνται.
26Ὑμεῖς δὲ οὐχ οὕτως—ἀλλ᾿ ὁ μείζων ἐν ὑμῖν γενέσθω ὡς ὁ νεώτερος, καὶ ὁ ἡγούμενος ὡς ὁ διακονῶν.
27Τίς γὰρ μείζων, ὁ ἀνακείμενος ἢ ὁ διακονῶν; Οὐχ ὁ ἀνακείμενος; Ἐγὼ δέ εἰμι ἐν μέσῳ ὑμῶν ὡς ὁ διακονῶν.
28Ὑμεῖς δέ ἐστε οἱ διαμεμενηκότες μετ᾿ ἐμοῦ ἐν τοῖς πειρασμοῖς μου.
29Κἀγὼ διατίθεμαι ὑμῖν, καθὼς διέθετό μοι ὁ Πατήρ μου, βασιλείαν,
30ἵνα ἐσθίητε καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου ἐν τῇ βασιλείᾳ μου· καὶ καθίσεσθε ἐπὶ θρόνων κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ.»
31Εἶπεν δὲ ὁ Κύριος· «Σίμων, Σίμων, ἰδοὺ ὁ Σατανᾶς ἐξῃτήσατο ὑμᾶς τοῦ σινιάσαι ὡς τὸν σῖτον.
32Ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ, ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου· καὶ σύ, ποτὲ ἐπιστρέψας, στήριξον τοὺς ἀδελφούς σου.»

Read ΚΑΤΑ ΛΟΥΚΑΝ 22ΚΑΤΑ ΛΟΥΚΑΝ 22
Compare ΚΑΤΑ ΛΟΥΚΑΝ 22:11-32ΚΑΤΑ ΛΟΥΚΑΝ 22:11-32