Text copied!
CopyCompare
Η Καινή Διαθήκη - ΚΑΤΑ ΛΟΥΚΑΝ - ΚΑΤΑ ΛΟΥΚΑΝ 18

ΚΑΤΑ ΛΟΥΚΑΝ 18:8-14

Help us?
Click on verse(s) to share them!
8Λέγω ὑμῖν ὅτι ποιήσει τὴν ἐκδίκησιν αὐτῶν ἐν τάχει. Πλὴν ὁ Υἱὸς τοῦ Ἀνθρώπου ἐλθών, ἆρα εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς;»
9Εἶπεν δὲ πρός τινας τοὺς πεποιθότας ἐφ᾿ ἑαυτοῖς ὅτι εἰσὶν δίκαιοι καὶ ἐξουθενοῦντας τοὺς λοιποὺς τὴν παραβολὴν ταύτην·
10«Ἄνθρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι, ὁ εἷς Φαρισαῖος καὶ ὁ ἕτερος τελώνης.
11Ὁ Φαρισαῖος σταθεὶς πρὸς ἑαυτὸν ταῦτα προσηύχετο· ‹Ὁ Θεός, εὐχαριστῶ σοι ὅτι οὐκ εἰμὶ ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων—ἅρπαγες, ἄδικοι, μοιχοί—ἢ καὶ ὡς οὗτος ὁ τελώνης.
12Νηστεύω δὶς τοῦ σαββάτου· ἀποδεκατῶ πάντα ὅσα κτῶμαι.›
13Καὶ ὁ τελώνης, μακρόθεν ἑστώς, οὐκ ἤθελεν οὐδὲ τοὺς ὀφθαλμοὺς εἰς τὸν οὐρανὸν ἐπᾶραι, ἀλλ᾿ ἔτυπτεν εἰς τὸ στῆθος αὐτοῦ λέγων, ‹Ὁ Θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ.›
14Λέγω ὑμῖν, κατέβη οὗτος δεδικαιωμένος εἰς τὸν οἶκον αὐτοῦ ἢ γὰρ ἐκεῖνος· ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.»

Read ΚΑΤΑ ΛΟΥΚΑΝ 18ΚΑΤΑ ΛΟΥΚΑΝ 18
Compare ΚΑΤΑ ΛΟΥΚΑΝ 18:8-14ΚΑΤΑ ΛΟΥΚΑΝ 18:8-14