4ἐσχίσθη δὲ τὸ πλῆθος τῆς πόλεως, καὶ οἱ μὲν ἦσαν σὺν τοῖς Ἰουδαίοις οἱ δὲ σὺν τοῖς ἀποστόλοις.
5ὡς δὲ ἐγένετο ὁρμὴ τῶν ἐθνῶν τε καὶ Ἰουδαίων σὺν τοῖς ἄρχουσιν αὐτῶν ὑβρίσαι καὶ λιθοβολῆσαι αὐτούς,
6συνιδόντες κατέφυγον εἰς τὰς πόλεις τῆς Λυκαονίας Λύστραν καὶ Δέρβην καὶ τὴν περίχωρον,
7κἀκεῖ ⸂εὐαγγελιζόμενοι ἦσαν⸃.
8Καί τις ἀνὴρ ⸂ἀδύνατος ἐν Λύστροις⸃ τοῖς ποσὶν ἐκάθητο, χωλὸς ἐκ κοιλίας μητρὸς ⸀αὐτοῦ, ὃς οὐδέποτε ⸀περιεπάτησεν.
9οὗτος ⸀ἤκουσεν τοῦ Παύλου λαλοῦντος· ὃς ἀτενίσας αὐτῷ καὶ ἰδὼν ὅτι ⸂ἔχει πίστιν⸃ τοῦ σωθῆναι
10εἶπεν ⸀μεγάλῃ φωνῇ· Ἀνάστηθι ἐπὶ τοὺς πόδας σου ⸀ὀρθός· καὶ ⸀ἥλατο καὶ περιεπάτει.
11οἵ ⸀τε ὄχλοι ἰδόντες ὃ ⸀ἐποίησεν Παῦλος ἐπῆραν τὴν φωνὴν αὐτῶν Λυκαονιστὶ λέγοντες· Οἱ θεοὶ ὁμοιωθέντες ἀνθρώποις κατέβησαν πρὸς ἡμᾶς
12ἐκάλουν τε ⸀τὸν Βαρναβᾶν Δία, τὸν δὲ Παῦλον Ἑρμῆν, ἐπειδὴ αὐτὸς ἦν ὁ ἡγούμενος τοῦ λόγου.
13ὅ ⸀τε ἱερεὺς τοῦ Διὸς τοῦ ὄντος πρὸ τῆς ⸀πόλεως ταύρους καὶ στέμματα ἐπὶ τοὺς πυλῶνας ἐνέγκας σὺν τοῖς ὄχλοις ἤθελεν θύειν.