Text copied!
CopyCompare
Η Καινή Διαθήκη - ΚΑΤΑ ΛΟΥΚΑΝ - ΚΑΤΑ ΛΟΥΚΑΝ 6

ΚΑΤΑ ΛΟΥΚΑΝ 6:3-16

Help us?
Click on verse(s) to share them!
3Καὶ ἀποκριθεὶς πρὸς αὐτοὺς εἶπεν ὁ Ἰησοῦς· «Οὐδὲ τοῦτο ἀνέγνωτε, ὃ ἐποίησεν Δαυὶδ ὁπότε ἐπείνασεν, αὐτὸς καὶ οἱ μετ᾿ αὐτοῦ ὄντες·
4ὡς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔλαβεν καὶ ἔφαγεν, καὶ ἔδωκεν καὶ τοῖς μετ᾿ αὐτοῦ—οὓς οὐκ ἔξεστιν φαγεῖν εἰ μὴ μόνους τοὺς ἱερεῖς;»
5Καὶ ἔλεγεν αὐτοῖς ὅτι «Κύριός ἐστιν ὁ Υἱὸς τοῦ Ἀνθρώπου καὶ τοῦ σαββάτου.»
6Ἐγένετο δὲ καὶ ἐν ἑτέρῳ σαββάτῳ εἰσελθεῖν αὐτὸν εἰς τὴν συναγωγὴν καὶ διδάσκειν. Καὶ ἦν ἐκεῖ ἄνθρωπος, καὶ ἡ χεὶρ αὐτοῦ ἡ δεξιὰ ἦν ξηρά.
7Παρετήρουν δὲ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι, εἰ τῷ σαββάτῳ θεραπεύσει, ἵνα εὕρωσιν κατηγορίαν αὐτοῦ.
8Αὐτὸς δὲ ᾔδει τοὺς διαλογισμοὺς αὐτῶν καὶ εἶπεν τῷ ἀνθρώπῳ τῷ ξηρὰν ἔχοντι τὴν χεῖρα, «Ἔγειραι καὶ στῆθι εἰς τὸ μέσον.» Ὁ δὲ ἀναστὰς ἔστη.
9Εἶπεν οὖν ὁ Ἰησοῦς πρὸς αὐτούς· «Ἐπερωτήσω ὑμᾶς τι· Ἔξεστιν τοῖς σάββασιν ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι, ψυχὴν σῶσαι ἢ ἀποκτεῖναι;»,
10Καὶ περιβλεψάμενος πάντας αὐτοὺς εἶπεν αὐτῷ, «Ἔκτεινον τὴν χεῖρά σου.» Ὁ δὲ ἐποίησεν οὕτως καὶ ἀποκατεστάθη ἡ χεὶρ αὐτοῦ, ὑγιὴς ὡς ἡ ἄλλη.
11Αὐτοὶ δὲ ἐπλήσθησαν ἀνοίας, καὶ διελάλουν πρὸς ἀλλήλους τί ἂν ποιήσειαν τῷ Ἰησοῦ.
12Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ταύταις ἐξῆλθεν εἰς τὸ ὄρος προσεύξασθαι, καὶ ἦν διανυκτερεύων ἐν τῇ προσευχῇ τοῦ Θεοῦ.
13Καὶ ὅτε ἐγένετο ἡμέρα προσεφώνησεν τοὺς μαθητὰς αὐτοῦ, καὶ ἐκλεξάμενος ἀπ᾿ αὐτῶν δώδεκα, οὓς καὶ ἀποστόλους ὠνόμασεν·
14Σίμωνα (ὃν καὶ ὠνόμασεν Πέτρον) καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, Ἰάκωβον καὶ Ἰωάννην, Φίλιππον καὶ Βαρθολομαῖον,
15Ματθαῖον καὶ Θωμᾶν, Ἰάκωβον (τὸν τοῦ Ἀλφαίου) καὶ Σίμωνα (τὸν καλούμενον Ζηλωτήν),
16Ἰούδαν Ἰακώβου καὶ Ἰούδαν Ἰσκαριώτην (ὃς καὶ ἐγένετο προδότης).

Read ΚΑΤΑ ΛΟΥΚΑΝ 6ΚΑΤΑ ΛΟΥΚΑΝ 6
Compare ΚΑΤΑ ΛΟΥΚΑΝ 6:3-16ΚΑΤΑ ΛΟΥΚΑΝ 6:3-16