Text copied!
CopyCompare
Η Καινή Διαθήκη - ΚΑΤΑ ΛΟΥΚΑΝ - ΚΑΤΑ ΛΟΥΚΑΝ 3

ΚΑΤΑ ΛΟΥΚΑΝ 3:10-17

Help us?
Click on verse(s) to share them!
10Καὶ ἐπηρώτων αὐτὸν οἱ ὄχλοι λέγοντες, «Τί οὖν ποιήσομεν;»
11Ἀποκριθεὶς δὲ λέγει αὐτοῖς, «Ὁ ἔχων δύο χιτῶνας μεταδότω τῷ μὴ ἔχοντι, καὶ ὁ ἔχων βρώματα ὁμοίως ποιείτω.»
12Ἦλθον δὲ καὶ τελῶναι βαπτισθῆναι ὑπ᾿ αὐτοῦ καὶ εἶπον πρὸς αὐτόν, «Διδάσκαλε, τί ποιήσομεν;»
13Ὁ δὲ εἶπεν πρὸς αὐτούς, «Μηδὲν πλέον παρὰ τὸ διατεταγμένον ὑμῖν πράσσετε.»
14Ἐπηρώτων δὲ αὐτὸν καὶ στρατευόμενοι λέγοντες, «Καὶ ἡμεῖς, τί ποιήσομεν;» Καὶ εἶπεν πρὸς αὐτούς, «Μηδένα διασείσητε μηδὲ συκοφαντήσητε, καὶ ἀρκεῖσθε τοῖς ὀψωνίοις ὑμῶν.»
15Προσδοκῶντος δὲ τοῦ λαοῦ καὶ διαλογιζομένων πάντων ἐν ταῖς καρδίαις αὐτῶν περὶ τοῦ Ἰωάννου, μήποτε αὐτὸς εἴη ὁ Χριστός,
16ἀπεκρίνατο ὁ Ἰωάννης ἅπασιν λέγων· «Ἐγὼ μὲν ὕδατι βαπτίζω ὑμᾶς· ἔρχεται δὲ ὁ ἰσχυρότερός μου, οὗ οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ. Αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι Ἁγίῳ καὶ πυρί·
17οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ καὶ συνάξει τὸν σῖτον εἰς τὴν ἀποθήκην αὐτοῦ, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ.»

Read ΚΑΤΑ ΛΟΥΚΑΝ 3ΚΑΤΑ ΛΟΥΚΑΝ 3
Compare ΚΑΤΑ ΛΟΥΚΑΝ 3:10-17ΚΑΤΑ ΛΟΥΚΑΝ 3:10-17