Text copied!
CopyCompare
Η Καινή Διαθήκη - ΚΑΤΑ ΙΩΑΝΝΗΝ - ΚΑΤΑ ΙΩΑΝΝΗΝ 8

ΚΑΤΑ ΙΩΑΝΝΗΝ 8:30-34

Help us?
Click on verse(s) to share them!
30Ταῦτα αὐτοῦ λαλοῦντος, πολλοὶ ἐπίστευσαν εἰς αὐτόν.
31Ἔλεγεν οὖν ὁ Ἰησοῦς πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους· «Ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, ἀληθῶς μαθηταί μού ἐστε·
32καὶ γνώσεσθε τὴν Ἀλήθειαν, καὶ ἡ Ἀλήθεια ἐλευθερώσει ὑμᾶς.»
33Ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ· «Σπέρμα Ἁβραάμ ἐσμεν καὶ οὐδενὶ δεδουλεύκαμεν πώποτε. Πῶς σὺ λέγεις ὅτι ‹Ἐλεύθεροι γενήσεσθε›;»
34Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· «Ἀμήν, ἀμὴν λέγω ὑμῖν ὅτι πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστιν τῆς ἁμαρτίας.

Read ΚΑΤΑ ΙΩΑΝΝΗΝ 8ΚΑΤΑ ΙΩΑΝΝΗΝ 8
Compare ΚΑΤΑ ΙΩΑΝΝΗΝ 8:30-34ΚΑΤΑ ΙΩΑΝΝΗΝ 8:30-34